Πτολεμαῖος δὲ προσδεξάμενος ἡδέως τὴν μνηστείαν ἀντιγράφει χαίρειν τε λέγων ἐπὶ τῷ τὴν ἀρχὴν αὐτῷ πατρῴαν οὖσαν ἀπειληφέναι, καὶ τὴν θυγατέρα δώσειν ὑπισχνεῖται, ἀπαντᾶν δʼ αὐτὸν εἰς Πτολεμαΐδα τὴν θυγατέρα μέλλοντι ἄγειν ἐκέλευσεν· αὐτὸς γὰρ αὐτὴν μέχρι ταύτης παραπέμψειν ἀπʼ Αἰγύπτου κἀκεῖ συνοικίσειν αὐτῷ τὴν παῖδα.καὶ Πτολεμαῖος μὲν ταῦτα γράψας παραγίνεται μετὰ σπουδῆς εἰς Πτολεμαΐδα καὶ Κλεοπάτραν ἄγων τὴν θυγατέρα. εὑρὼν δʼ ἐκεῖ τὸν Ἀλέξανδρον καθὼς ἐπέστειλεν προαπηντηκότα δίδωσιν αὐτῷ τὴν παῖδα καὶ φερνὴν ἄργυρόν τε καὶ χρυσὸν ὅσον εἰκὸς ἦν δοῦναι βασιλέα.Τῶν δὲ γάμων ἐπιτελουμένων Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀρχιερεῖ γράψας ἐκέλευσεν αὐτὸν ἥκειν εἰς Πτολεμαΐδα. παραγενόμενος δὲ πρὸς τοὺς βασιλέας καὶ δωρησάμενος αὐτοὺς λαμπρᾶς τῆς παρʼ ἀμφοτέρων ἀπέλαυσε τιμῆς.Ἀλέξανδρος δʼ αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετʼ αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατʼ αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα.τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην ὁ βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστʼ αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων.Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος ὁ Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης ὁ Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν.τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν ἢ Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται.κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπʼ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ· τοῦτο δʼ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ.μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλʼ εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον.ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι· καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν ᾗ λίθοις οὐκ ἔστιν ἀλλʼ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.Παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας· φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν.τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. ὁ δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δʼ εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ.προελθὼν δʼ Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. ὁ δʼ, ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν.τοῦ δʼ Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος ὁ Ἰωνάθης οὐ κατεπλάγη· τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατʼ ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας.τῆς δὲ μάχης ἕως ἑσπέρας προβαινούσης, δοὺς Σίμωνι τἀδελφῷ μέρος τῆς δυνάμεως τοῦτον μὲν ἐκέλευσε συμβαλεῖν τῇ φάλαγγι τῶν ἐχθρῶν, αὐτὸς δὲ τοὺς σὺν αὐτῷ προσέταξεν φραξαμένους τοῖς ὅπλοις ἀποδέχεσθαι τὰ βέλη τὰ παρὰ τῶν ἱππέων.καὶ οἱ μὲν ἐποίησαν τὸ κελευσθέν, οἱ δὲ τῶν πολεμίων ἱππεῖς ἐπʼ αὐτοὺς ἀφέντες τὰ βέλη μέχρι καὶ ἐξεκενώθησαν οὐδὲν αὐτοὺς ἔβλαπτον· οὐ γὰρ διικνεῖτο τῶν σωμάτων τὰ βαλλόμενα, συμπεφραγμένοις δὲ ταῖς ἀσπίσιν συνηνωμέναις ὑπὸ πυκνότητος ἐπαφιέμενα ῥᾳδίως ἐκρατεῖτο καὶ ἄπρακτα ἐφέρετο.ὡς δὲ παρείθησαν ἀπὸ πρωῒ μέχρι δείλης ὀψίας ἀκοντίζοντες εἰς αὐτοὺς οἱ πολέμιοι, νοήσας Σίμων κεκμηκότας αὐτοὺς συμβάλλει τῇ φάλαγγι, καὶ προθυμίᾳ χρησαμένων πολλῇ τῶν στρατιωτῶν αὐτοῦ τρέπει τοὺς ἐχθροὺς εἰς φυγήν.θεασάμενοι δὲ τοὺς πεζοὺς φεύγοντας οἱ ἱππεῖς οὐδʼ αὐτοὶ μένουσιν, ἀλλὰ πάρετοι μὲν ὄντες αὐτοὶ διὰ τὸ μέχρι δείλης μάχεσθαι, τῆς δὲ παρὰ τῶν πεζῶν ἐλπίδος αὐτοῖς ἀπολωλυίας, ἀκόσμως καὶ συγκεχυμένως ἔφευγον, ὡς διασχισθέντας αὐτοὺς διὰ παντὸς σκορπισθῆναι τοῦ πεδίου.