ταύτην δὲ ἔχων τὴν προαίρεσιν οὐκ ἔλαθεν τὸν Ἰωνάθην οὐδὲ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα, ἀλλὰ γὰρ μαθόντες οὗτοι καὶ παραλαβόντες τοὺς ἑταίρους ἅπαντας εἰς τὴν ἐρημίαν τὴν ἔγγιστα τῆς πόλεως τὸ τάχος ἔφυγον, καὶ παραγενόμενοι ἐπὶ τὸ ὕδωρ τὸ καλούμενον λάκκου Ἀσφὰρ αὐτόθι διῆγον.ὁ δὲ Βακχίδης αἰσθόμενος αὐτοὺς ἀπηρκότας καὶ ἐν ἐκείνῳ τῷ τόπῳ τυγχάνοντας ὥρμησεν ἐπʼ αὐτοὺς μετὰ πάσης τῆς δυνάμεως, καὶ πέραν τοῦ Ἰορδάνου στρατοπεδευσάμενος ἀνελάμβανε τὴν δύναμιν.Ἰωνάθης δὲ γνοὺς τὸν Βακχίδην ἐπʼ αὐτὸν ἥκοντα πέμπει τὸν ἀδελφὸν Ἰωάννην τὸν καὶ Γάδδειν λεγόμενον πρὸς τοὺς Ναβαταίους Ἄραβας, ἵνα παρʼ αὐτοῖς ἀποθῆται τὴν ἀποσκευὴν ἕως οὗ πολεμήσουσι πρὸς Βακχίδην· ἦσαν γὰρ φίλοι.τὸν δὲ Ἰωάννην ἀπιόντα πρὸς τοὺς Ναβαταίους ἐνεδρεύσαντες ἐκ Μηδάβας πόλεως οἱ Ἀμαραίου παῖδες αὐτόν τε συλλαμβάνουσι καὶ τοὺς σὺν αὐτῷ, καὶ διαρπάσαντες ὅσα ἐπεκομίζετο κτείνουσι τὸν Ἰωάννην καὶ τοὺς ἑταίρους αὐτοῦ πάντας. δίκην μέντοι γε τούτων ὑπέσχον τοῖς ἀδελφοῖς αὐτοῦ τὴν ἀξίαν, ἣν μετʼ οὐ πολὺ δηλώσομεν.Ὁ δὲ Βακχίδης γνοὺς τὸν Ἰωνάθην ἐν τοῖς ἕλεσι τοῦ Ἰορδάνου κατεστρατοπεδευμένον παραφυλάξας τὴν τῶν σαββάτων ἡμέραν ἐπʼ αὐτὸν ἧκεν ὡς οὐ μαχούμενον ἐκείνῃ διὰ τὸν νόμον.ὁ δὲ παρορμήσας τοὺς ἑταίρους καὶ περὶ τῶν ψυχῶν αὐτοῖς εἶναι τὸν κίνδυνον εἰπὼν μέσοις ἀπειλημμένοις τοῦ τε ποταμοῦ καὶ τῶν πολεμίων ὡς φυγὴν οὐκ ἔχουσιν, οἱ μὲν γὰρ ἔμπροσθεν ἐπῄεσαν ὁ ποταμὸς δʼ ἦν κατόπιν αὐτῶν, εὐξάμενος δὲ καὶ τῷ θεῷ νίκην αὐτοῖς παρασχεῖν συνάπτει τοῖς πολεμίοις.ὧν πολλοὺς καταβαλὼν ἐπεὶ τολμηρῶς εἶδεν ἐπερχόμενον αὐτῷ τὸν Βακχίδην, ἐξέτεινε τὴν δεξιὰν ὡς πλήξων αὐτόν. τοῦ δὲ προϊδομένου καὶ τὴν πληγὴν ἐκκλίναντος ἀποπηδήσας μετὰ τῶν ἑταίρων εἰς τὸν ποταμὸν διενήξατο, καὶ τοῦτον διασώζονται τὸν τρόπον εἰς τὸ πέραν τοῦ Ἰορδάνου, τῶν πολεμίων οὐκέτι τὸν ποταμὸν ἀντιδιαβάντων ὑποστρέψαντος εὐθὺς τοῦ Βακχίδου εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν.ἀπέβαλεν δὲ τῆς στρατιᾶς ὡς περὶ δισχιλίους. πολλὰς δὲ τῆς Ἰουδαίας καταλαβόμενος πόλεις ὁ Βακχίδης ὠχύρωσεν, καὶ τὴν Ἱεριχοῦντα καὶ Ἀμμαοῦν καὶ Βαιθωροῦν καὶ Βέθηλα καὶ Θαμναθὰ καὶ Φαραθὼ καὶ Τοχόαν καὶ Γάζαρα,καὶ πύργους ἐν ἑκάστῃ τῶν πόλεων οἰκοδομήσας καὶ τείχη περιβαλὼν αὐταῖς καρτερὰ καὶ τῷ μεγέθει διαφέροντα δύναμιν εἰς αὐτὰς κατέστησεν, ὅπως κακοῦν ἐκεῖθεν ὁρμώμενοι τοὺς Ἰουδαίους ἔχωσιν.μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον.Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ.οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρʼ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον.ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν.καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον· αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι.Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπʼ ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα.οἱ δὲ φυγάδες καὶ οἱ ἀσεβεῖς ὁρῶντες τὸν Ἰωνάθην καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλῆς ἀδείας ἐνδιατρίβοντας τῇ χώρᾳ διὰ τὴν εἰρήνην πέμπουσιν πρὸς Δημήτριον τὸν βασιλέα, παρακαλοῦντες ἀποστεῖλαι Βακχίδην ἐπὶ τὴν Ἰωνάθου σύλληψιν· ἐδήλουν γὰρ αὐτὴν ἀπόνως ἐσομένην, καὶ νυκτὶ μιᾷ μὴ προσδοκῶσιν αὐτοῖς ἐπιπεσόντες ἀποκτενεῖν ἅπαντας.τοῦ δὲ βασιλέως ἐκπέμψαντος τὸν Βακχίδην, γενόμενος οὗτος ἐν τῇ Ἰουδαίᾳ πᾶσιν ἔγραψεν τοῖς φίλοις καὶ Ἰουδαίοις καὶ συμμάχοις συλλαβεῖν αὐτῷ τὸν Ἰωνάθην.σπουδαζόντων δὲ πάντων καὶ μὴ δυναμένων κρατῆσαι τοῦ Ἰωνάθου, ἐφυλάσσετο γὰρ σφόδρα τὴν ἐπιβουλὴν ᾐσθημένος, ὁ Βακχίδης ὀργισθεὶς τοῖς φυγάσιν ὡς ψευσαμένοις αὐτόν τε καὶ τὸν βασιλέα πεντήκοντα αὐτῶν τοὺς ἡγουμένους συλλαβὼν ἀπέκτεινεν.ὁ δὲ Ἰωνάθης σὺν τἀδελφῷ καὶ τοῖς ἑταίροις εἰς Βηθαλαγὰν ἀναχωρεῖ κώμην οὖσαν ἐν τῇ ἐρήμῳ φοβηθεὶς τὸν Βακχίδην, καὶ οἰκοδομήσας πύργους καὶ τείχη περιβαλόμενος αὑτὸν ἔσχεν ἀσφαλῶς πεφρουρημένον.