βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρʼ αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ.τοῦτο δʼ ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαΐᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπʼ ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν·πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους,καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, ὃ καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν,δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθʼ ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵνʼ ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις·καὶ γὰρ Ἡσαΐας ὁ προφήτης τοῦτο προεῖπεν· ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ· καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.Καὶ ταῦτα μὲν ὁ Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δʼ ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς· τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν·ἀντέγραψαν γὰρ οὕτως· βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν.ἐπεὶ δὲ σὺ φῂς Ἡσαΐαν τὸν προφήτην ἐκ πολλοῦ χρόνου τοῦτο προειρηκέναι, συγχωροῦμέν σοι, εἰ μέλλει τοῦτʼ ἔσεσθαι κατὰ τὸν νόμον· ὥστε μηδὲν ἡμᾶς δοκεῖν εἰς τὸν θεὸν ἐξημαρτηκέναι.Λαβὼν οὖν τὸν τόπον ὁ Ὀνίας κατεσκεύασεν ἱερὸν καὶ βωμὸν τῷ θεῷ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις, μικρότερον δὲ καὶ πενιχρότερον. τὰ δὲ μέτρα αὐτοῦ καὶ τὰ σκεύη νῦν οὐκ ἔδοξέ μοι δηλοῦν· ἐν γὰρ τῇ ἑβδόμῃ μου βίβλῳ τῶν Ἰουδαϊκῶν ἀναγέγραπται.εὗρεν δὲ Ὀνίας καὶ Ἰουδαίους τινὰς ὁμοίους αὐτῷ ἱερεῖς καὶ Λευίτας τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται.Τοὺς δʼ ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν ἱερῶν ἐπʼ αὐτοῦ Πτολεμαίου διεκρίνοντο, τῶν μὲν Ἰουδαίων λεγόντων κατὰ τοὺς Μωυσέος νόμους ᾠκοδομῆσθαι τὸ ἐν Ἱεροσολύμοις, τῶν δὲ Σαμαρέων τὸ ἐν Γαριζείν.παρεκάλεσάν τε σὺν τοῖς φίλοις καθίσαντα τὸν βασιλέα τοὺς περὶ τούτων ἀκοῦσαι λόγους καὶ τοὺς ἡττηθέντας θανάτῳ ζημιῶσαι. τὸν μὲν οὖν ὑπὲρ τῶν Σαμαρέων λόγον Σαββαῖος ἐποιήσατο καὶ Θεοδόσιος, τοὺς δʼ ὑπὲρ τῶν Ἱεροσολυμιτῶν καὶ Ἰουδαίων Ἀνδρόνικος ὁ Μεσαλάμου.ὤμοσαν δὲ τὸν θεὸν καὶ τὸν βασιλέα ἦ μὴν ποιήσεσθαι τὰς ἀποδείξεις κατὰ τὸν νόμον, παρεκάλεσάν τε τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. ὁ μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων.οἱ δʼ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ· χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον.τοῦ δὲ Σαββαίου καὶ Θεοδοσίου συγχωρησάντων τῷ Ἀνδρονίκῳ πρώτῳ ποιήσασθαι τοὺς λόγους, ἤρξατο τῶν ἀποδείξεων ἐκ τοῦ νόμου καὶ τῶν διαδοχῶν τῶν ἀρχιερέων, ὡς ἕκαστος παρὰ πατρὸς τὴν τιμὴν ἐκδεξάμενος ἦρξε τοῦ ναοῦ, καὶ ὅτι πάντες οἱ τῆς Ἀσίας βασιλεῖς τὸ ἱερὸν ἐτίμησαν ἀναθήμασιν καὶ λαμπροτάταις δωρεαῖς, τοῦ δʼ ἐν Γαριζεὶν ὡς οὐδὲ ὄντος οὐδεὶς λόγον οὐδʼ ἐπιστροφὴν ἐποιήσατο.ταῦτα λέγων Ἀνδρόνικος καὶ πολλὰ τούτοις ὅμοια πείθει τὸν βασιλέα κρῖναι μὲν κατὰ τοὺς Μωυσέος νόμους οἰκοδομηθῆναι τὸ ἐν Ἱεροσολύμοις ἱερόν, ἀποκτεῖναι δὲ τοὺς περὶ τὸν Σαββαῖον καὶ Θεοδόσιον. καὶ τὰ μὲν γενόμενα τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις κατὰ Πτολεμαῖον τὸν Φιλομήτορα ταῦτα ἦν.Δημητρίου δʼ ἀποθανόντος ἐν τῇ μάχῃ, καθὼς ἐπάνω δεδηλώκαμεν, Ἀλέξανδρος τὴν τῆς Συρίας παραλαβὼν βασιλείαν γράφει τῷ Φιλομήτορι Πτολεμαίῳ μνηστευόμενος αὐτοῦ πρὸς γάμον τὴν θυγατέρα, δίκαιον εἶναι λέγων τῷ τὴν πατρῴαν ἀρχὴν κομισαμένῳ καὶ διὰ τὴν τοῦ θεοῦ πρόνοιαν εἰς αὐτὴν προαχθέντι καὶ κρατήσαντι Δημητρίου καὶ μηδὲ τἆλλα ἐσομένῳ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀναξίῳ συνάψαι συγγένειαν.