μάλιστα γὰρ πιστεύεσθαι παρὰ τῷ πλήθει περὶ ὧν ἂν κἂν φθονῶσίν τι χαλεπὸν λέγωσιν, αὐτόν τε προσκροῦσαι τῷ ἔθνει διὰ τούτους ἔλεγεν ὑβρισθέντας ὑπʼ αὐτοῦ.σὺ τοίνυν, εἶπεν, ἐν τοῖς Ἱεροσολύμοις γενομένη μετάπεμψαι μὲν τοὺς στασιώτας αὐτῶν, ἐπιδείξασα δὲ τὸ σῶμα τοὐμὸν ἐκείνοις ὅπως μοι βούλονται χρῆσθαι μετὰ πολλῆς ἀξιοπιστίας ἐπίτρεπε, εἴτε καθυβρίζειν ἀταφίᾳ μου θελήσουσι τὸν νεκρὸν ὡς πολλὰ πεπονθότες ἐξ ἐμοῦ, εἴτʼ ἄλλην τινὰ κατʼ ὀργὴν αἰκίαν τῷ σώματι προσφέρειν. ὑπόσχου τε καὶ μηδὲν δίχα τῆς ἐκείνων γνώμης ἐν τῇ βασιλείᾳ διαπράξεσθαι.ταῦτά σου πρὸς αὐτοὺς εἰπούσης ἐγώ τε λαμπροτέρας ἀξιωθήσομαι πρὸς αὐτῶν κηδείας ἧς ἂν ἔτυχον ἐκ σοῦ, μηδὲν διὰ τὸ ἐξεῖναι ποιεῖν μου κακῶς τὸν νεκρὸν διαθεῖναι θελησάντων, σύ τε βεβαίως ἄρξεις. ταῦτα παραινέσας τῇ γυναικὶ τελευτᾷ βασιλεύσας ἔτη ἑπτὰ καὶ εἴκοσι, βιώσας δʼ ἓν καὶ πεντήκοντα.Ἡ δὲ Ἀλεξάνδρα τὸ φρούριον ἐξελοῦσα κατὰ τὰς τοῦ· ἀνδρὸς ὑποθήκας τοῖς τε Φαρισαίοις διελέχθη καὶ πάντα ἐπʼ ἐκείνοις θεμένη τά τε περὶ τοῦ νεκροῦ καὶ τῆς βασιλείας, τῆς μὲν ὀργῆς αὐτοὺς τῆς πρὸς Ἀλέξανδρον ἔπαυσεν, εὔνους δʼ ἐποίησεν καὶ φίλους.οἱ δʼ εἰς τὸ πλῆθος παρελθόντες ἐδημηγόρουν τὰς πράξεις τὰς Ἀλεξάνδρου διηγούμενοι, καὶ ὅτι δίκαιος αὐτοῖς ἀπόλοιτο βασιλεύς, καὶ τὸν δῆμον εἰς πένθος καὶ τὴν ὑπὲρ αὐτοῦ κατήφειαν ἐξεκαλέσαντο τοῖς ἐπαίνοις, ὥστε καὶ λαμπρότερον ἤ τινα τῶν πρὸ αὐτοῦ βασιλέων αὐτὸν ἐκήδευσαν.δύο μέντοι γε υἱοὺς Ἀλέξανδρος κατέλιπεν Ὑρκανὸν καὶ Ἀριστόβουλον, τὴν δὲ βασιλείαν εἰς τὴν Ἀλεξάνδραν διέθετο. τῶν δὲ παίδων Ὑρκανὸς μὲν ἀσθενὴς ἦν πράγματα διοικεῖν καὶ βίον ἡσύχιον μᾶλλον ἠγαπηκώς, ὁ δὲ νεώτερος Ἀριστόβουλος δραστήριός τε ἦν καὶ θαρσαλέος. ἐστέργετο μὲν οὖν ὑπὸ τοῦ πλήθους ἡ γυνὴ διὰ τὸ δοκεῖν ἐφʼ οἷς ὁ ἀνὴρ αὐτῆς ἐξήμαρτεν δυσχεραίνειν.Ἡ δὲ ἀρχιερέα μὲν ἀπεδείκνυεν Ὑρκανὸν διὰ τὴν ἡλικίαν, πολὺ μέντοι πλέον διὰ τὸ ἄπραγμον αὐτοῦ, καὶ πάντα τοῖς Φαρισαίοις ἐπέτρεπεν ποιεῖν, οἷς καὶ τὸ πλῆθος ἐκέλευσεν πειθαρχεῖν καὶ εἴ τι δὲ καὶ τῶν νομίμων Ὑρκανὸς ὁ πενθερὸς αὐτῆς κατέλυσεν ὧν εἰσήνεγκαν οἱ Φαρισαῖοι κατὰ τὴν πατρῴαν παράδοσιν, τοῦτο πάλιν ἀποκατέστησεν.τὸ μὲν οὖν ὄνομα τῆς βασιλείας εἶχεν αὐτή, τὴν δὲ δύναμιν οἱ Φαρισαῖοι· καὶ γὰρ φυγάδας οὗτοι κατῆγον καὶ δεσμώτας ἔλυον καὶ καθάπαξ οὐδὲν δεσποτῶν διέφερον. ἐποιεῖτο μέντοι καὶ ἡ γυνὴ τῆς βασιλείας πρόνοιαν, καὶ πολὺ μισθοφορικὸν συνίστησιν, καὶ τὴν ἰδίαν δύναμιν ἀπέδειξεν διπλασίονα, ὡς καταπλῆξαι τοὺς πέριξ τυράννους καὶ λαβεῖν ὅμηρα αὐτῶν.ἠρέμει δʼ ἡ χώρα πᾶσα πάρεξ τῶν Φαρισαίων· οὗτοι γὰρ ἐπετάρασσον τὴν βασίλειαν πείθοντες, ὅπως κτείνειεν τοὺς Ἀλεξάνδρῳ παραινέσαντας ἀνελεῖν τοὺς ὀκτακοσίους. εἶτα αὐτοὶ τούτων ἕνα σφάττουσιν Διογένην καὶ μετʼ αὐτὸν ἄλλους ἐπʼ ἄλλοις,ἕως οὗ οἱ δυνατοὶ παρελθόντες εἰς τὸ βασίλειον καὶ μετʼ αὐτῶν Ἀριστόβουλος, ἐῴκει γὰρ τοῖς γινομένοις δυσανασχετῶν καὶ δῆλος ἦν, καθάπαξ εἰ ἀφορμῆς λάβοιτο, μὴ ἐπιτρέψων τῇ μητρί, ἀνεμίμνησκον ὅσα κατώρθωσαν τοσούτοις κινδύνοις, διʼ ὧν τὸ βέβαιον τῆς ἐν σφίσι πίστεως πρὸς τὸν δεσπότην ἐπεδείξαντο, ἀνθʼ ὧν ὑπʼ αὐτοῦ μεγίστων ἠξιώθησαν.καὶ ἐδέοντο μὴ ἄχρι τοῦ παντὸς ἔμπαλιν τρέψαι σφίσι τὰς ἐλπίδας· ἀποφυγόντας γὰρ τὸν ἐκ πολεμίων κίνδυνον ἐν τῇ οἰκείᾳ ὑπʼ ἐχθρῶν δίκην βοσκημάτων κόπτεσθαι μηδεμιᾶς τιμωρίας οὔσης.ἔλεγόν τε ὡς, εἰ μὲν ἀρκεσθεῖεν τοῖς ἀνῃρημένοις οἱ ἀντίδικοι, διὰ τὸ πρὸς τοὺς δεσπότας γνήσιον μετρίως οἴσειν τὰ ξυμβάντα, εἰ δʼ αὖ μέλλοιεν ταὐτὰ μετιέναι, ᾐτοῦντο μάλιστα μὲν δοθῆναι σφίσιν ἀπαλλαγήν· οὐδὲ γὰρ ἂν ὑπομεῖναι χωρὶς αὐτῆς πορίσασθαι τὸ σωτήριον, ἀλλʼ ἀσμενίζειν θνήσκοντες πρὸς τοῖς βασιλείοις, ὡς μὴ συγγνοῖεν ἀπιστίαν αὐτοῖς.αἶσχός τε εἶναι σφίσι τε καὶ τῇ βασιλευούσῃ, εἰ πρὸς αὐτῆς ἀμελούμενοι ὑπὸ τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἐκδεχθείησαν· ἀντὶ παντὸς γὰρ τιμήσεσθαι Ἀρέταν τε τὸν Ἄραβα καὶ τοὺς μονάρχους, εἰ ἀποξενολογήσειεν τοσούσδε ἄνδρας, οἷς ἦν τάχα που φρικῶδες αὐτῶν καὶ τοὔνομα τὸ πρὶν ἀκουσθῆναι.εἰ δὲ μή, τό γε δεύτερον, εἰ τοὺς Φαρισαίους αὐτῇ προτιμᾶν ἔγνωσται, κατατάξαι ἕκαστον αὐτῶν ἐν τοῖς φρουρίοις· εἰ γὰρ ὧδε δαίμων τις ἐπενεμέσησεν τῷ Ἀλεξάνδρου οἴκῳ, αὐτούς γε μὴν ἂν ἀποδεῖξαι καὶ ἐν ταπεινῷ σχήματι βιοτεύοντας.Πολλὰ τοιαῦτα λεγόντων καὶ εἰς οἶκτον τῶν τεθνεώτων καὶ τῶν κινδυνευόντων τοὺς Ἀλεξάνδρου δαίμονας ἐπικαλουμένων, ἅπαντες οἱ περιεστῶτες ὥρμησαν εἰς δάκρυα, καὶ μάλιστα Ἀριστόβουλος ὅπως ἔχοι γνώμης ἐδήλου πολλὰ τὴν μητέρα κακίζων.ἀλλὰ γὰρ ἐκεῖνοι μὲν αὐτοὶ σφίσι τῶν συμφορῶν ἐγένοντο αἴτιοι, κατὰ φιλαρχίαν ἐκλελυσσηκυίᾳ γυναικὶ παρὰ τὸ εἰκὸς βασιλεύειν γενεᾶς ἐν ἀκμῇ οὔσης ἐπιτρέψαντες· ἡ δὲ οὐκ ἔχουσα ὅ τι πράξειε μετὰ τοῦ εὐπρεποῦς τὴν φυλακὴν τῶν χωρίων σφίσιν ἐπέτρεψεν, ὅτι μὴ Ὑρκανίας καὶ Ἀλεξανδρείου καὶ Μαχαιροῦντος, ἔνθα τὰ πλείστου ἄξια ἦν αὐτῇ.