Δημήτριος δʼ ἐκ τῆς Ἰουδαίας ἀπελθὼν εἰς Βέροιαν ἐπολιόρκει τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον ὄντων αὐτῷ πεζῶν μὲν μυρίων, χιλίων δὲ ἱππέων. Στράτων δʼ ὁ τῆς Βεροίας τύραννος Φιλίππῳ συμμαχῶν Ἄζιζον τὸν Ἀράβων φύλαρχον ἐπεκαλεῖτο καὶ Μιθριδάτην τὸν Σινάκην τὸν Παρθυαίων ὕπαρχον.ὧν ἀφικομένων μετὰ πολλῆς δυνάμεως καὶ πολιορκούντων Δημήτριον ἐντὸς τοῦ χαρακώματος, εἴσω τοῖς τε τοξεύμασι καὶ τῇ δίψῃ συνέχοντες αὐτὸν ἠνάγκασαν τοὺς σὺν αὐτῷ σφᾶς παραδοῦναι. λαφυραγωγήσαντες δὲ τὰ ἐν τῇ χώρᾳ καὶ τὸν Δημήτριον παραλαβόντες τὸν μὲν τῷ Μιθριδάτῃ τῷ τότε βασιλεύοντι Πάρθων ἔπεμψαν, τῶν δʼ αἰχμαλώτων οὓς Ἀντιοχέων εἶναι πολίτας συνέβαινε τούτους προῖκα τοῖς Ἀντιοχεῦσιν ἀπέδωκαν.Μιθριδάτης δʼ ὁ τῶν Πάρθων βασιλεὺς Δημήτριον εἶχεν ἐν τιμῇ τῇ πάσῃ μέχρι νόσῳ κατέστρεψε Δημήτριος τὸν βίον. Φίλιππος δὲ ἀπὸ τῆς μάχης εὐθὺς εἰς Ἀντιόχειαν ἐλθὼν καὶ κατασχὼν αὐτὴν ἐβασίλευσεν τῆς Συρίας.Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διόνυσος ἀδελφὸς ὢν Φιλίππου, τῆς ἀρχῆς ἀντιποιούμενος εἰς Δαμασκὸν παραγίνεται, καὶ τῶν ἐκεῖ πραγμάτων ἐγκρατὴς γενόμενος ἐβασίλευσεν. ἐκστρατεύσαντος δὲ ἐπὶ τοὺς Ἄραβας αὐτοῦ Φίλιππος ὁ ἀδελφὸς τοῦτʼ ἀκούσας ἐπὶ Δαμασκὸν ἦλθεν.Μιλησίου δʼ, ὃς καταλέλειπτο τῆς ἄκρας φύλαξ καὶ τῶν Δαμασκηνῶν, παραδόντος αὐτῷ τὴν πόλιν, ἀχάριστος εἰς αὐτὸν γενόμενος καὶ μηδὲν ὧν ἐλπίσας ἐδέξατο αὐτὸν παρασχών, ἀλλὰ τῷ παρʼ αὐτοῦ φόβῳ βουληθεὶς δοκεῖν παραλαβεῖν τὴν πόλιν ἢ τῇ χάριτι τῇ Μιλησίου δωρούμενος αὐτὸν οἷς ἐχρῆν, ὑπωπτεύετο καὶ πάλιν ἐκπίπτει τῆς Δαμασκοῦ·ἐξορμήσαντος γὰρ αὐτοῦ εἰς ἱππόδρομον ἀπέκλεισεν ὁ Μιλήσιος καὶ τὴν Δαμασκὸν Ἀντιόχῳ διεφύλαξεν. ὃς ἀκούσας τὰ περὶ τὸν Φίλιππον ὑπέστρεψεν ἐκ τῆς Ἀραβίας, στρατεύεται δʼ εὐθὺς ἐλθὼν ἐπὶ τὴν Ἰουδαίαν ὁπλίταις μὲν ὀκτακισχιλίοις, ἱππεῦσι δὲ ὀκτακοσίοις.δείσας δὲ Ἀλέξανδρος τὴν ἔφοδον αὐτοῦ τάφρον ὀρύττει βαθεῖαν ἀπὸ τῆς Χαβερσαβᾶ ἀρξάμενος, ἣ νῦν Ἀντιπατρὶς καλεῖται, ἄχρι τῆς εἰς Ἰόππην θαλάσσης, ᾗ καὶ μόνον ἦν ἐπίμαχον· τεῖχός τʼ ἐγείρας καὶ πύργους ἀναστήσας ξυλίνους καὶ μεταπύργια ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα ἐξεδέχετο τὸν Ἀντίοχον.ὁ δὲ ταῦτα πάντα ἐμπρήσας διεβίβαζε ταύτῃ τὴν δύναμιν ἐπὶ τὴν Ἀραβίαν. ἀναχωροῦντος δὲ τοῦ Ἄραβος τὰ πρῶτα, ἔπειτα μετὰ μυρίων ἱππέων ἐξαίφνης ἐπιφανέντος ὑπαντήσας τούτοις Ἀντίοχος καρτερῶς ἐμάχετο, καὶ δὴ νικῶν ἀπέθανεν παραβοηθῶν τῷ πονοῦντι μέρει. πεσόντος δʼ Ἀντιόχου καὶ τὸ στράτευμα φεύγει εἰς Κανὰ κώμην, ἔνθα τὸ πλεῖον αὐτῶν λιμῷ φθείρεται.Βασιλεύει δὲ μετʼ αὐτὸν τῆς κοίλης Συρίας Ἀρέτας κληθεὶς εἰς τὴν ἀρχὴν ὑπὸ τῶν τὴν Δαμασκὸν ἐχόντων διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος. στρατεύσας δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰουδαίαν καὶ περὶ Ἄδιδα χωρίον μάχῃ νικήσας Ἀλέξανδρον ἐπὶ συνθήκαις ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας.Ἀλέξανδρος δʼ ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν.παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν Ἀντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν Ἰουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων.Κατὰ δὴ τοῦτον τὸν καιρὸν ἤδη τῶν Σύρων καὶ Ἰδουμαίων καὶ Φοινίκων πόλεις εἶχον οἱ Ἰουδαῖοι πρὸς θαλάσσῃ μὲν Στράτωνος πύργον Ἀπολλωνίαν Ἰόππην Ἰάμνειαν Ἄζωτον Γάζαν Ἀνθηδόνα Ῥάφειαν Ῥινοκόρουρα,ἐν δὲ τῇ μεσογαίᾳ κατὰ τὴν Ἰδουμαίαν Ἄδωρα καὶ Μάρισαν καὶ ὅλην Ἰδουμαίαν, Σαμάρειαν Καρμήλιον ὄρος καὶ τὸ Ἰταβύριον ὄρος Σκυθόπολιν Γάδαρα, Γαυλανίτιδας Σελεύκειαν Γάβαλα,Μωαβίτιδας Ἠσεβὼν Μήδαβα Λεμβὰ Ορωναιμαγελεθων Ζόαρα Κιλίκων αὐλῶνα Πέλλαν, ταύτην κατέσκαψεν ὑποσχομένων τῶν ἐνοικούντων ἐς πάτρια τῶν Ἰουδαίων ἔθη μεταβαλεῖσθαι, ἄλλας τε πόλεις πρωτευούσας τῆς Συρίας ἦσαν κατεστραμμένοι.Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἀλέξανδρος ἐκ μέθης εἰς νόσον καταπεσὼν καὶ τρισὶν ἔτεσιν τεταρταίῳ πυρετῷ συσχεθεὶς οὐκ ἀπέστη τῶν στρατειῶν, ἕως οὗ τοῖς πόνοις ἐξαναλωθεὶς ἀπέθανεν ἐν τοῖς Γερασηνῶν ὅροις πολιορκῶν Ῥάγαβα φρούριον πέραν τοῦ Ἰορδάνου.ὁρῶσα δʼ αὐτὸν ἡ βασίλισσα πρὸς τῷ τελευτᾶν ὄντα καὶ μηδεμίαν ὑπογράφοντα μηκέτι σωτηρίας ἐλπίδα, κλαίουσα καὶ κοπτομένη τῆς μελλούσης ἐρημίας αὐτήν τε καὶ τοὺς παῖδας ἀπωδύρετο καί τίνι καταλείπεις οὕτως ἐμέ τε καὶ τὰ τέκνα τῆς παρʼ ἄλλων βοηθείας δεόμενα πρὸς αὐτὸν ἔλεγεν καὶ ταῦτʼ εἰδώς, πῶς διάκειται πρὸς σὲ δυσμενῶς τὸ ἔθνος.ὁ δὲ συνεβούλευεν αὐτῇ πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων, κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας, ἕως ἂν ἐξέλῃ τὸ χωρίον.ἔπειτα ὡς ἀπὸ νίκης λαμπρῶς εἰς τὰ Ἱεροσόλυμα παραγινομένην τοῖς Φαρισαίοις ἐξουσίαν τινὰ παρασχεῖν· τούτους γὰρ ἐπαινοῦντας αὐτὴν ἀντὶ τῆς τιμῆς εὔνουν καταστήσειν αὐτῇ τὸ ἔθνος, δύνασθαι δὲ πολὺ παρὰ τοῖς Ἰουδαίοις τούτους ἔφασκε βλάψαι τε μισοῦντας καὶ φίλους διακειμένους ὠφελῆσαι·