Κλεοπάτρα δʼ ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε Ἰουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον,ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπʼ αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ Ἀνανίαν τοὺς Ἰουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο.κελεύσασα δὲ τὸν υἱὸν Ἀλέξανδρον στόλῳ μεγάλῳ παραπλεῖν εἰς Φοινίκην ἡ Κλεοπάτρα μετὰ πάσης αὐτὴ τῆς δυνάμεως ἧκεν εἰς Πτολεμαΐδα, μὴ δεξαμένων δὲ αὐτὴν τῶν Πτολεμαιῶν πολιορκεῖ τὴν πόλιν.Πτολεμαῖος δʼ ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν· ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον.Ἀκούσασα δʼ ἡ Κλεοπάτρα τὴν ἐπιχείρησιν τὴν τοῦ υἱοῦ καὶ ὅτι τὰ περὶ τὴν Αἴγυπτον οὐχ ὃν προσεδόκα τρόπον προκεχώρηκεν αὐτῷ, πέμψασα μέρος τῆς στρατιᾶς ἐξέβαλεν αὐτὸν ἀπὸ τῆς χώρας. καὶ ὁ μὲν ἐκ τῆς Αἰγύπτου πάλιν ὑποστρέψας τὸν χειμῶνα διέτριψεν ἐν Γάζῃ.Κλεοπάτρα δʼ ἐν τούτῳ τὴν ἐν Πτολεμαΐδι φρουρὰν ἐκ πολιορκίας λαμβάνει καὶ τὴν πόλιν. Ἀλεξάνδρου δʼ αὐτὴν μετὰ δώρων περιελθόντος καὶ θεραπείας ὁποίας ἄξιον ἦν πεπονθότα μὲν κακῶς ὑπὸ Πτολεμαίου, καταφυγῆς δʼ οὐκ ἄλλης ἢ ταύτης εὐποροῦντα, τινὲς μὲν τῶν φίλων καὶ ταῦτα συνεβούλευον αὐτῇ λαβεῖν καὶ τὴν χώραν ἐπελθούσῃ κατασχεῖν καὶ μὴ περιιδεῖν ἐπʼ ἀνδρὶ ἑνὶ τοσοῦτο πλῆθος ἀγαθῶν Ἰουδαίων κείμενον.Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον· οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατασκευάζει.ταῦτα δὲ Ἀνανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας.Ὁ δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος ὁ Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει.ταῦτα μὲν οὖν οὐ καταπλήττει τὸν Ἀλέξανδρον, ἀλλʼ ἐπιστρατεύει τοῖς θαλαττίοις μέρεσιν, Ῥαφείᾳ καὶ Ἀνθηδόνι, ἣν ὕστερον βασιλεὺς Ἡρώδης Ἀγριππιάδα προσηγόρευσεν, καὶ κατὰ κράτος εἷλεν καὶ ταύτην.ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν.Ἀπολλοδότου δὲ τοῦ στρατηγοῦ τῶν Γαζαίων μετὰ δισχιλίων ξένων καὶ μυρίων οἰκετῶν νύκτωρ ἐπιπεσόντος τῷ τῶν Ἰουδαίων στρατοπέδῳ ἐφʼ ὅσον μὲν ὑπῆρχεν ἡ νὺξ ἐνίκων οἱ Γαζαῖοι δόκησιν παρασχόντες τοῖς πολεμίοις ὡς ἐπεληλυθότος αὐτοῖς Πτολεμαίου, γενομένης δὲ ἡμέρας καὶ τῆς δόξης ἐλεγχθείσης μαθόντες οἱ Ἰουδαῖοι τἀληθὲς ἐπισυστρέφονται καὶ τοῖς Γαζαίοις προσβαλόντες ἀναιροῦσιν αὐτῶν περὶ χιλίους.τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ἢ ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δʼ αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας ὁ Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος.ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι· Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν.ὁ δʼ εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς· οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δʼ οὐδʼ ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν.ἔνιοι δὲ μονούμενοι τὰς οἰκίας ἐνεπίμπρασαν, ὡς μηδὲν ἐξ αὐτῶν λάφυρον εἶναι τοῖς πολεμίοις λαβεῖν. οἱ δὲ καὶ τῶν τέκνων καὶ τῶν γυναικῶν αὐτόχειρες ἐγένοντο τῆς ὑπὸ τοῖς ἐχθροῖς αὐτὰ δουλείας οὕτως ἀπαλλάττειν ἠναγκασμένοι.τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν· συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι· ὁ δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.Ὑπὸ τὸν αὐτὸν δὲ τοῦτον καιρὸν καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Γρυπὸς ἀποθνήσκει ὑπὸ Ἡρακλέωνος ἐπιβουλευθείς, βιώσας μὲν ἔτη τεσσαράκοντα καὶ πέντε, βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι.