Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπʼ ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον ἢ φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπʼ Αἰγύπτου.τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλʼ ἥξειν ἐπʼ αὐτοὺς μετὰ μεγάλης στρατιᾶς· σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν· εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον.ὁ μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν.ἦν δὲ ὁ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαΐδος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρʼ αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν.Ἐλθόντων δὲ πρὸς αὐτὸν Ζωίλου τε καὶ τῶν Γαζαίων καὶ δεομένων συμμαχεῖν αὐτοῖς πορθουμένης αὐτοῖς τῆς χώρας ὑπὸ τῶν Ἰουδαίων καὶ Ἀλεξάνδρου, λύει μὲν τὴν πολιορκίαν δείσας τὸν Πτολεμαῖον ὁ Ἀλέξανδρος, ἀπαγαγὼν δὲ τὴν στρατιὰν εἰς τὴν οἰκείαν ἐστρατήγει τὸ λοιπὸν λάθρα μὲν τὴν Κλεοπάτραν ἐπὶ τὸν Πτολεμαῖον μεταπεμπόμενος, φανερῶς δὲ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτὸν ὑποκρινόμενος.καὶ τετρακόσια δὲ ἀργυρίου τάλαντα δώσειν ὑπέσχετο χάριν ἀντὶ τούτων αἰτῶν Ζώιλον ἐκποδὼν ποιήσασθαι τὸν τύραννον καὶ τὴν χώραν τοῖς Ἰουδαίοις προσνεῖμαι. τότε μὲν οὖν ὁ Πτολεμαῖος ἡδέως τὴν πρὸς Ἀλέξανδρον ποιησάμενος φιλίαν χειροῦται τὸν Ζώιλον.ὕστερον δὲ ἀκούσας λάθρα διαπεμψάμενον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν λύει τοὺς γεγενημένους πρὸς αὐτὸν ὅρκους καὶ προσβαλὼν ἐπολιόρκει τὴν Πτολεμαΐδα μὴ δεξαμένην αὐτόν. καταλιπὼν δʼ ἐπὶ τῆς πολιορκίας στρατηγοὺς καὶ μέρος τι τῆς δυνάμεως αὐτὸς τῷ λοιπῷ τὴν Ἰουδαίαν καταστρεψόμενος ὥρμησεν.ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου διάνοιαν μαθὼν συνήθροισεν καὶ αὐτὸς περὶ πέντε μυριάδας τῶν ἐγχωρίων, ὡς δʼ ἔνιοι συγγραφεῖς εἰρήκασιν ὀκτώ, καὶ ἀναλαβὼν τὴν δύναμιν ἀπήντα τῷ Πτολεμαίῳ. Πτολεμαῖος δʼ ἐξαίφνης ἐπιπεσὼν Ἀσωχειτω τῆς Γαλιλαίας πόλει σάββασιν αἱρεῖ κατὰ κράτος αὐτὴν καὶ περὶ μύρια σώματα καὶ πολλὴν ἑτέραν ἔλαβε λείαν.Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δʼ αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων.εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον.θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν ὁ τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν· ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους.κατʼ ἀρχὰς μὲν οὖν παρʼ ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει.μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον·ἑπόμενοι γὰρ ἔκτεινον τοὺς Ἰουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ ὁ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν.τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δʼ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπιγενομένης ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι.τοῦτο δὲ προσέταξεν, ἵνʼ οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτʼ ἰδόντες.λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. ἔλαβον δὲ καὶ τὴν Πτολεμαΐδα κατὰ κράτος, ὡς καὶ ἐν ἄλλοις φανερὸν πεποιήκαμεν.