ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δʼ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστʼ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι.ταῦτʼ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν.Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπʼ αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. ὃ τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν.γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων ὡς τοῦ παιδὸς ἐξεπίτηδες ἐκχέαντος ἐκεῖ τὸ αἷμα, ἀκούσας Ἀριστόβουλος τὴν αἰτίαν ἐπύθετο, καὶ μὴ λεγόντων ἔτι μᾶλλον ἐπετείνετο μαθεῖν, φύσει τῶν ἀνθρώπων ὑπονοούντων ἐν τοῖς τοιούτοις εἶναι χείρονα τὰ σιγώμενα.ὡς δʼ ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, οὐκ ἄρʼ, εἶπεν, λήσειν ἐπʼ ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν.καὶ μέχρι τίνος, ὦ σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δʼ οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος δʼ ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;ταῦτʼ εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δʼ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν.φύσει δʼ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα ἡ γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα,ᾧ καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δʼ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι·στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. ὁ μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν.τὴν δὲ βασιλείαν μετὰ τὴν Ἀριστοβούλου τελευτὴν οὗτος παραλαβὼν τὸν μὲν τῶν ἀδελφῶν ἐπιχειροῦντα τῇ βασιλείᾳ διεχρήσατο, τὸν δʼ ἕτερον ἀπραγμόνως ζῆν προαιρούμενον εἶχεν ἐν τιμῇ.Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαΐδα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαῒς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ ὁ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα.τοῦ δὲ Φιλομήτορος Ἀντιόχου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου, ὃς ἐπεκαλεῖτο Κυζικηνός, πολεμούντων ἀλλήλους καὶ τὴν αὐτῶν δύναμιν ἀπολλύντων ἦν οὐδεμία τοῖς Πτολεμαεῦσιν βοήθεια παρʼ αὐτῶν.ἀλλὰ πονουμένοις τῇ πολιορκίᾳ Ζώιλος ὁ τὸν Στράτωνος πύργον κατεσχηκὼς παρῆν καὶ τὰ Δῶρα σύνταγμα τρέφων στρατιωτικὸν καὶ τυραννίδι ἐπιχειρῶν διὰ τὴν τῶν βασιλέων πρὸς ἀλλήλους ἅμιλλαν μικρὰ τοῖς Πτολεμαιεῦσι παρεβοήθει·οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστʼ ἐλπίσαι τινὰ παρʼ αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα.λοιπὴ δʼ αὐτοῖς ἐλπὶς ἦν ἡ παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν Ἀλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας.ἐπελπισάντων δʼ αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν.