πρὸς τοῦτο λίαν ἐχαλέπηνεν καὶ δοκοῦν ἐκείνοις ποιήσασθαι τὰς βλασφημίας τὸν ἄνθρωπον ἐνόμισεν. μάλιστα δʼ αὐτὸν ἐπιπαρώξυνεν Ἰωνάθης καὶ διέθηκεν οὕτως,ὥστε τῇ Σαδδουκαίων ἐποίησεν προσθέσθαι μοίρᾳ τῶν Φαρισαίων ἀποστάντα καὶ τά τε ὑπʼ αὐτῶν κατασταθέντα νόμιμα τῷ δήμῳ καταλῦσαι καὶ τοὺς φυλάττοντας αὐτὰ κολάσαι. μῖσος οὖν ἐντεῦθεν αὐτῷ τε καὶ τοῖς υἱοῖς παρὰ τοῦ πλήθους ἐγένετο.περὶ μέντοι τούτων αὖθις ἐροῦμεν. νῦν δὲ δηλῶσαι βούλομαι, ὅτι νόμιμά τινα παρέδοσαν τῷ δήμῳ οἱ Φαρισαῖοι ἐκ πατέρων διαδοχῆς, ἅπερ οὐκ ἀναγέγραπται ἐν τοῖς Μωυσέως νόμοις, καὶ διὰ τοῦτο ταῦτα τὸ Σαδδουκαίων γένος ἐκβάλλει, λέγον ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα τὰ γεγραμμένα, τὰ δʼ ἐκ παραδόσεως τῶν πατέρων μὴ τηρεῖν.καὶ περὶ τούτων ζητήσεις αὐτοῖς καὶ διαφορὰς γίνεσθαι συνέβαινεν μεγάλας, τῶν μὲν Σαδδουκαίων τοὺς εὐπόρους μόνον πειθόντων τὸ δὲ δημοτικὸν οὐχ ἑπόμενον αὐτοῖς ἐχόντων, τῶν δὲ Φαρισαίων τὸ πλῆθος σύμμαχον ἐχόντων. ἀλλὰ περὶ μὲν τούτων τῶν δύο καὶ τῶν Ἐσσηνῶν ἐν τῇ δευτέρᾳ μου τῶν Ἰουδαϊκῶν ἀκριβῶς δεδήλωται.Ὑρκανὸς δὲ παύσας τὴν στάσιν καὶ μετʼ αὐτὴν βιώσας εὐδαιμόνως καὶ τὴν ἀρχὴν διοικησάμενος ἄριστον τρόπον ἔτεσιν ἑνὶ καὶ τριάκοντα τελευτᾷ καταλιπὼν υἱοὺς πέντε, τριῶν τῶν μεγίστων ἄξιος ὑπὸ τοῦ θεοῦ κριθείς, ἀρχῆς τοῦ ἔθνους καὶ τῆς ἀρχιερατικῆς τιμῆς καὶ προφητείας·συνῆν γὰρ αὐτῷ τὸ θεῖον καὶ τὴν τῶν μελλόντων πρόγνωσιν παρεῖχεν αὐτῷ τε εἰδέναι καὶ προλέγειν οὕτως, ὥστε καὶ περὶ τῶν δύο τῶν πρεσβυτέρων παίδων ὅτι μὴ μενοῦσιν τῶν πραγμάτων κύριοι προεῖπεν. ὧν τὴν καταστροφὴν εἰς τὸ μαθεῖν ὅσον τῆς τοῦ πατρὸς ὑπέβησαν εὐτυχίας ἄξιον ἀφηγήσασθαι.Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς ὁ πρεσβύτατος Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφʼ οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς ὁ λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν.στέργων δὲ τῶν ἀδελφῶν τὸν μετʼ αὐτὸν Ἀντίγονον τοῦτον μὲν τῶν ὁμοίων ἠξίου, τοὺς δὲ ἄλλους εἶχεν ἐν δεσμοῖς. εἶρξε δὲ καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν, ἐκείνην γὰρ Ὑρκανὸς τῶν ὅλων κυρίαν καταλείπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστʼ αὐτὴν καὶ λιμῷ διέφθειρεν δεδεμένην.προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι.τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθʼ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατʼ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι,τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπʼ αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ,καὶ ὡς οὐ κατʼ ἰδιώτην ἕκαστον ἦν τῶν γινομένων, ἀλλὰ φρονήματος ἔνδειξιν ἔχειν βασιλικοῦ τὰ πραττόμενα, καὶ ὡς κτείνειν αὐτὸν μέλλοι μετὰ στίφους ἐληλυθὼς καρτεροῦ, λογιζόμενον εὐήθως αὐτὸν βασιλεύειν ἐνὸν τιμῆς μεταλαμβάνοντα δοκεῖν μεγάλων τυγχάνειν.Ἀριστόβουλος δὲ τούτοις ἄκων πειθόμενος καὶ τοῦ ἀνύποπτος εἶναι τἀδελφῷ προνοῶν καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ.πέμπει μέντοι πρὸς Ἀντίγονον αὐτὸς ἄνοπλον αὐτὸν ἀξιῶν ἥκειν. ἡ δὲ βασίλισσα καὶ οἱ συνεπιβουλεύοντες αὐτῇ κατʼ Ἀντιγόνου πείθουσι τὸν πεμφθέντα τἀναντία λέγειν, ὡς ὁ ἀδελφὸς ἀκούσας, ὅτι κατασκευάσειεν ὅπλα καὶ κόσμον πολεμικόν, παραγίνεσθαι πρὸς αὐτὸν παρακαλεῖ ὡπλισμένον, ὅπως ἴδοι τὴν κατασκευήν.ὁ δʼ Ἀντίγονος μηδὲν ὑπιδόμενος κακοῦργον, ἀλλὰ θαρρῶν τῇ παρὰ τἀδελφοῦ διαθέσει, ὡς εἶχεν ἐνδεδυμένος τὴν πανοπλίαν παρεγένετο πρὸς τὸν Ἀριστόβουλον ἐπιδείξων αὐτῷ τὰ ὅπλα. γενόμενον δʼ αὐτὸν κατὰ τὸν Στράτωνος λεγόμενον πύργον, οὗ συνέβαινεν ἀφώτιστον εἶναι σφόδρα τὴν πάροδον, ἀποκτείνουσιν οἱ σωματοφύλακες.διέδειξέν γε μὴν ὁ τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδʼ ὅ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ἢ ταῦτα τὰ πάθη.μάλιστα δʼ ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δʼ ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές· οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον,