Βακχίδης δὲ ταῦτʼ ἀκούσας τήν τε μεθʼ ἑαυτοῦ στρατιὰν ἄγων καὶ τῶν Ἰουδαίων τοὺς συμμάχους παραλαβὼν ἐπὶ τὸν Ἰωνάθην ἧκεν, καὶ προσβαλὼν αὐτοῦ τοῖς ὀχυρώμασιν ἐπὶ πολλὰς αὐτὸν ἡμέρας ἐπολιόρκει.ὁ δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δʼ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών.καὶ γὰρ οὗτος αἰσθόμενος ὑπʼ αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο.θεασάμενος δʼ αὑτὸν ὁ Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δʼ ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρʼ ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς.τὸν μέντοι γε ὑπὲρ τούτων θυμὸν εἰς τοὺς φυγάδας, οἳ μετεπέμψαντο παρὰ τοῦ βασιλέως αὐτόν, ἀπέσκηψεν ὡς ἐξηπατηκότας, ἐβούλετο δὲ τελευτήσας τὴν πολιορκίαν, εἰ δυνατόν, εὐπρεπῶς εἰς τὴν οἰκείαν ὑποστρέψαι.Μαθὼν δʼ αὐτοῦ τὴν διάνοιαν Ἰωνάθης πρεσβεύεται πρὸς αὐτὸν περὶ φιλίας καὶ συμμαχίας, ὅπως ἀποδῶσιν ἀλλήλοις οὓς εἰλήφασιν αἰχμαλώτους ἑκάτεροι.νομίσας δὲ ταύτην εὐπρεπεστάτην ὁ Βακχίδης τὴν ἀναχώρησιν σπένδεται πρὸς τὸν Ἰωνάθην φιλίαν, καὶ ὤμοσαν μὴ στρατεύσειν ἔτι κατʼ ἀλλήλων, καὶ τούς τε αἰχμαλώτους ἀποδοὺς καὶ τοὺς οἰκείους κομισάμενος ὑπέστρεψεν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα καὶ μετὰ ταύτην τὴν ἀναχώρησιν οὐκέτι εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν.ὁ δὲ Ἰωνάθης ταύτης τῆς ἀδείας λαβόμενος καὶ ποιούμενος ἐν Μαχμᾶ πόλει τὴν δίαιταν αὐτόθι τοῖς ὄχλοις διεῖπε τὰ πράγματα καὶ τοὺς πονηροὺς καὶ ἀσεβεῖς κολάζων ἐκάθηρεν οὕτως ἀπὸ τούτων τὸ ἔθνος.Ἔτει δʼ ἑξηκοστῷ καὶ ἑκατοστῷ τὸν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸν Ἀλέξανδρον ἀναβάντα εἰς Συρίαν συνέβη καταλαβέσθαι Πτολεμαΐδα ἐκ προδοσίας τῶν ἔνδον στρατιωτῶν· ἀπεχθῶς γὰρ εἶχον πρὸς τὸν Δημήτριον διὰ τὴν ὑπερηφανίαν αὐτοῦ καὶ τὸ δυσέντευκτον.ἀποκλείσας γὰρ αὑτὸν εἰς τετραπύργιόν τι βασίλειον, ὃ κατεσκεύασεν αὐτὸς οὐκ ἄπωθεν τῆς Ἀντιοχείας, οὐδένα προσίετο, ἀλλὰ περὶ τὰ πράγματα ῥάθυμος ἦν καὶ ὀλίγωρος, ὅθεν αὐτῷ καὶ μᾶλλον τὸ παρὰ τῶν ὑποτεταγμένων μῖσος ἐξήφθη, καθὼς ἤδη καὶ ἐν ἄλλοις δεδηλώκαμεν.γενόμενον οὖν ἐν Πτολεμαΐδι τὸν Ἀλέξανδρον ἀκούσας ὁ Δημήτριος ἦγεν ἅπασαν ἀναλαβὼν ἐπʼ αὐτὸν τὴν δύναμιν. ἔπεμψεν δὲ καὶ πρὸς Ἰωνάθην πρέσβεις περὶ συμμαχίας καὶ εὐνοίας· φθάσαι γὰρ τὸν Ἀλέξανδρον διέγνω, μὴ προδιαλεχθεὶς ἐκεῖνος αὐτῷ σχῇ τὴν παρʼ αὐτοῦ βοήθειαν.τοῦτο δʼ ἐποίει φοβηθείς, μὴ μνησικακήσας ὁ Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν.τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων ὁ Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν.ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. ὁ δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν.καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν ᾖ καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα.ταῦτα δʼ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων· οὗτοι γὰρ ἡ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.Γνοὺς δὲ ὁ Ἀλέξανδρος τάς τε ὑποσχέσεις, ἃς ἐποιήσατο Δημήτριος πρὸς Ἰωνάθην, καὶ τὴν ἀνδρείαν αὐτοῦ καὶ ὁπόσα διέθηκεν πολεμῶν τοὺς Μακεδόνας καὶ πάλιν οἷα πεπονθὼς αὐτὸς εἴη ὑπὸ Δημητρίου καὶ Βακχίδου τοῦ Δημητρίου στρατηγοῦ, σύμμαχον οὐκ ἂν εὑρεῖν Ἰωνάθου ἀμείνω πρὸς τοὺς φίλους ἔλεγεν ἐν τῷ παρόντι καιρῷ, ὃς καὶ πρὸς τοὺς πολέμους ἐστὶν ἀνδρεῖος, καὶ μῖσος οἰκεῖον ἔχει πρὸς Δημήτριον πολλὰ πεπονθὼς ὑπʼ αὐτοῦ κακὰ καὶ πεποιηκώς.εἰ τοιγαροῦν δοκεῖ φίλον ποιεῖσθαι αὐτὸν κατὰ Δημητρίου, νῦν ἐστιν οὐκ ἄλλοτε χρησιμώτερον παρακαλεῖν αὐτὸν ἐπὶ τὴν συμμαχίαν. δόξαν οὖν αὐτῷ καὶ τοῖς φίλοις πέμπειν πρὸς τὸν Ἰωνάθην γράφει τοιαύτην ἐπιστολήν·βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀδελφῷ χαίρειν. τὴν μὲν ἀνδρείαν σου καὶ πίστιν ἀκηκόαμεν πάλαι καὶ διὰ τοῦτο πεπόμφαμεν πρὸς σὲ περὶ φιλίας καὶ συμμαχίας. χειροτονοῦμεν δέ σε σήμερον ἀρχιερέα τῶν Ἰουδαίων καὶ φίλον ἐμὸν καλεῖσθαι. ἀπέσταλκά σοι καὶ δωρεὰς στολὴν πορφυρᾶν καὶ στέφανον χρύσεον καὶ παρακαλῶ τιμηθέντα ὑφʼ ἡμῶν ὅμοιον γίνεσθαι περὶ ἡμᾶς.