δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ διʼ ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος.κατὰ δὲ τὸ βόρειον μέρος τοῦ τείχους, καθʼ ὃ συνέβαινεν αὐτὸ καὶ ἐπίπεδον εἶναι, πύργους ἀναστήσας ἑκατὸν τριωρόφους ἀνεβίβασεν ἐπʼ αὐτοὺς στρατιωτικὰ τάγματα.καὶ προσβολὰς ὁσημέραι ποιησάμενος τάφρον τε βαθεῖαν καὶ πολλὴν τὸ εὖρος καὶ διπλῆν τεμόμενος, ἀπετείχισεν τοὺς ἐνοικοῦντας. οἱ δὲ πολλὰς ἐκδρομὰς ἀντεπινοοῦντες, εἰ μὲν ἀφυλάκτοις που προσπέσοιεν τοῖς πολεμίοις, πολλὰ ἔδρων αὐτούς, αἰσθομένων δὲ ἀνεχώρουν εὐχερῶς.ἐπεὶ δὲ βλαβερὰν κατενόησεν Ὑρκανὸς τὴν πολυανθρωπίαν, ἀναλισκομένων τε τῶν ἐπιτηδείων τάχιον ὑπʼ αὐτῆς καὶ μηδενὸς οἷον εἰκὸς ἐκ πολυχειρίας ἔργου γιγνομένου, τὸ μὲν ἀχρεῖον αὐτῆς ἀποκρίνας ἐξέβαλεν, ὅσον δʼ ἦν ἀκμαῖον καὶ μάχιμον τοῦτο μόνον κατέσχεν.Ἀντίοχος μὲν οὖν τοὺς ἀπολεχθέντας ἐξελθεῖν ἐκώλυεν, οἱ δʼ ἐν τοῖς μεταξὺ τείχεσι κακούμενοι ταῖς βασάνοις ἀπέθνησκον οἰκτρῶς. ἐπιστάσης γε μὴν τῆς σκηνοπηγίας ἑορτῆς ἐλεοῦντες αὐτοὺς οἱ ἐντὸς πάλιν εἰσεδέξαντο.πέμψαντος δʼ Ὑρκανοῦ πρὸς Ἀντίοχον καὶ σπονδὰς ἡμερῶν ἑπτὰ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ εἴκων σπένδεται καὶ προσέτι θυσίαν εἰσέπεμψε μεγαλοπρεπῆ, ταύρους χρυσοκέρωτας καὶ μεστὰ παντοίων ἀρωμάτων ἐκπώματα χρύσεά τε καὶ ἀργύρεα.καὶ τὴν μὲν θυσίαν δεξάμενοι παρὰ τῶν κομιζόντων οἱ πρὸς ταῖς πύλαις ὄντες ἄγουσιν εἰς τὸ ἱερόν, Ἀντίοχος δὲ τὴν στρατιὰν εἱστία, πλεῖστον Ἀντιόχου τοῦ Ἐπιφανοῦς διενέγκας, ὃς τὴν πόλιν ἑλὼν ὗς μὲν κατέθυσεν ἐπὶ τὸν βωμόν, τὸν νεὼν δὲ τῷ ζωμῷ τούτων περιέρρανε συγχέας τὰ Ἰουδαίων νόμιμα καὶ τὴν πάτριον αὐτῶν εὐσέβειαν, ἐφʼ οἷς ἐξεπολεμώθη τὸ ἔθνος καὶ ἀκαταλλάκτως εἶχεν.τοῦτον μέντοι τὸν Ἀντίοχον διʼ ὑπερβολὴν τῆς θρησκείας Εὐσεβῆ πάντες ἐκάλεσαν.Ἀποδεξάμενος δὲ αὐτοῦ τὴν ἐπιείκειαν Ὑρκανὸς καὶ μαθὼν τὴν περὶ τὸ θεῖον σπουδὴν ἐπρεσβεύσατο πρὸς αὐτόν, ἀξιῶν τὴν πάτριον αὐτοῖς πολιτείαν ἀποδοῦναι. ὁ δὲ ἀπωσάμενος τὴν ἐπιβουλὴν τῶν μὲν παραινούντων ἐξελεῖν τὸ ἔθνος διὰ τὴν πρὸς ἄλλους αὐτῶν τῆς διαίτης ἀμιξίαν οὐκ ἐφρόντιζεν,πειθόμενος δὲ κατʼ εὐσέβειαν πάντα ποιεῖν τοῖς πρεσβευταῖς ἀπεκρίνατο, παραδοῦναι μὲν τὰ ὅπλα τοὺς πολιορκουμένους καὶ δασμὸν αὐτῷ τελεῖν Ἰόππης καὶ τῶν ἄλλων πόλεων πάρεξ τῆς Ἰουδαίας φρουράν τε δεξαμένους ἐπὶ τούτοις ἀπηλλάχθαι τοῦ πολέμου.οἱ δὲ τἆλλα μὲν ὑπομένειν, τὴν δὲ φρουρὰν οὐχ ὡμολόγουν διὰ τὴν ἀμιξίαν οὐκ ἐφικνούμενοι πρὸς ἄλλους. ἀντὶ μέντοι γε τῆς φρουρᾶς ὁμήρους ἐδίδοσαν καὶ τάλαντα ἀργυρίου πεντακόσια, ὧν εὐθὺς τὰ τριακόσια καὶ τοὺς ὁμήρους προσδεξαμένου τοῦ βασιλέως ἔδοσαν, ἐν οἷς ἦν καὶ Ὑρκανοῦ ἀδελφός, καθεῖλεν δὲ καὶ τὴν στεφάνην τῆς πόλεως.ἐπὶ τούτοις μὲν οὖν Ἀντίοχος τὴν πολιορκίαν λύσας ἀνεχώρησεν.Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τούς ποτε βασιλεῖς ὑπερέβαλεν, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δʼ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο.γίνεται δʼ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία, καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχεν. καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. μάρτυς δὲ τούτων ἡμῖν ἐστιν καὶ Νικόλαος ὁ Δαμασκηνὸς οὕτως ἱστορῶν·τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν αὐτόθι ἔμεινεν ἡμέρας δύο δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν ᾗ τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν. καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων·ἐνέστη γὰρ ἡ πεντηκοστὴ ἑορτὴ μετὰ τὸ σάββατον, οὐκ ἔξεστι δʼ ἡμῖν οὔτε τοῖς σαββάτοις οὔτʼ ἐν τῇ ἑορτῇ ὁδεύειν.συμβαλὼν δʼ Ἀντίοχος Ἀρσάκῃ τῷ Πάρθῳ πολλήν τε τῆς στρατιᾶς ἀπέβαλεν καὶ αὐτὸς ἀπόλλυται, τὴν δὲ τῶν Σύρων βασιλείαν ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται Δημήτριος Ἀρσάκου αὐτὸν ἐκ τῆς αἰχμαλωσίας ἀπολύσαντος καθʼ ὃν χρόνον Ἀντίοχος εἰς τὴν Παρθυηνὴν ἐνέβαλεν, ὡς καὶ πρότερον ἐν ἄλλοις δεδήλωται.Ὑρκανὸς δὲ ἀκούσας τὸν Ἀντιόχου θάνατον εὐθὺς ἐπὶ τὰς ἐν Συρίᾳ πόλεις ἐξεστράτευσεν οἰόμενος αὐτὰς εὑρήσειν, ὅπερ ἦν, ἐρήμους τῶν μαχίμων καὶ ῥύεσθαι δυναμένων.Μήδαβαν μὲν οὖν πολλὰ τῆς στρατιᾶς αὐτῷ ταλαιπωρηθείσης ἕκτῳ μηνὶ εἷλεν, ἔπειτα καὶ Σαμόγαν καὶ τὰ πλησίον εὐθὺς αἱρεῖ Σίκιμά τε πρὸς τούτοις καὶ Γαριζεὶν τό τε Κουθαίων γένος,ὃ περιοικεῖ τὸν εἰκασθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ ναόν, ὃν Ἀλέξανδρος ἐπέτρεψεν οἰκοδομῆσαι Σαναβαλλέτῃ τῷ στρατηγῷ διὰ τὸν γαμβρὸν Μανασσῆν τὸν Ἰαδδοῦς τοῦ ἀρχιερέως ἀδελφόν, ὡς πρότερον δεδηλώκαμεν. συνέβη δὲ τὸν ναὸν τοῦτον ἔρημον γενέσθαι μετὰ ἔτη διακόσια.Ὑρκανὸς δὲ καὶ τῆς Ἰδουμαίας αἱρεῖ πόλεις Ἄδωρα καὶ Μάρισαν, καὶ ἅπαντας τοὺς Ἰδουμαίους ὑπὸ χεῖρα ποιησάμενος ἐπέτρεψεν αὐτοῖς μένειν ἐν τῇ χώρᾳ, εἰ περιτέμνοιντο τὰ αἰδοῖα καὶ τοῖς Ἰουδαίων νόμοις χρήσασθαι θέλοιεν.