οἱ δʼ ἐλπίσαντες εὐπορίαν ἐκ τῆς Τρύφωνι δοθείσης βασιλείας ἀποδεικνύουσιν αὐτὸν ἄρχοντα. γενόμενος δὲ τῶν πραγμάτων ἐγκρατὴς ὁ Τρύφων διέδειξεν τὴν αὐτοῦ φύσιν οὖσαν πονηράν· ἰδιώτης μὲν γὰρ ὢν ἐθεράπευεν τὸ πλῆθος καὶ μετριότητα ὑπεκρίνατο δελεάζων αὐτὸ τούτοις εἰς ἅπερ ἐβούλετο, τὴν δὲ βασιλείαν λαβὼν ἀπεδύσατο τὴν ὑπόκρισιν καὶ ὁ ἀληθὴς Τρύφων ἦν.τοὺς οὖν ἐχθροὺς διὰ ταῦτʼ ἐποίει κρείττονας· τὸ μὲν γὰρ στρατιωτικὸν αὐτὸν μισοῦν ἀφίστατο πρὸς Κλεοπάτραν τὴν Δημητρίου γυναῖκα τότε ἐν Σελευκείᾳ μετὰ τῶν τέκνων ἐγκεκλεισμένην.ἀλωμένου δὲ καὶ Ἀντιόχου τοῦ Δημητρίου ἀδελφοῦ, ὃς ἐπεκαλεῖτο Σωτήρ, καὶ μηδεμιᾶς αὐτὸν πόλεως δεχομένης διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν Κλεοπάτρα καλοῦσα πρὸς αὐτὴν ἐπί τε γάμῳ καὶ βασιλείᾳ. ἐκάλει δὲ τὸν Ἀντίοχον ἐπὶ τούτοις ἅμα μὲν τῶν φίλων αὐτὴν ἀναπεισάντων, ἅμα δὲ καὶ τὴν πόλιν ἐνδιδόντων τινῶν ἐκ τῆς Σελευκείας τῷ Τρύφωνι δείσασα.Γενόμενος δʼ ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος καὶ τῆς ἰσχύος αὐτῷ καθʼ ἡμέραν αὐξανομένης ὥρμησε πολεμήσων τὸν Τρύφωνα, καὶ κρατήσας αὐτοῦ τῇ μάχῃ τῆς ἄνω Συρίας ἐξέβαλεν εἰς τὴν Φοινίκην διώξας ἄχρι ταύτης εἴς τε Δῶρα φρούριόν τι δυσάλωτον ἐπολιόρκει συμφυγόντα. πέμπει δὲ καὶ πρὸς Σίμωνα τὸν τῶν Ἰουδαίων ἀρχιερέα περὶ φιλίας καὶ συμμαχίας πρέσβεις.ὁ δὲ προσδέχεται προθύμως αὐτοῦ τὴν ἀξίωσιν, καὶ χρήματά τε πολλὰ καὶ τροφὴν τοῖς τὰ Δῶρα στρατιώταις πολιορκοῦσι πέμψας τὸν Ἀντίοχον ἀφθόνως ἐχορήγησεν, ὡς τῶν ἀναγκαιοτάτων αὐτῷ πρὸς ὀλίγον καιρὸν κριθῆναι φίλων. ὁ μὲν γὰρ Τρύφων ἐκ τῆς Δώρας φυγὼν εἰς Ἀπάμειαν καὶ ληφθεὶς ἐν αὐτῇ πολιορκίᾳ διεφθάρη βασιλεύσας ἔτη τρία.Ὁ δʼ Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν.Σίμων δʼ ἀκούσας τὴν Ἀντιόχου παρανομίαν καὶ πρεσβύτερος ὢν ἤδη ὅμως ὑπὸ τοῦ μὴ δικαίων τῶν παρʼ Ἀντιόχου γινομένων τυγχάνειν παρορμηθεὶς καὶ τῆς ἡλικίας φρόνημα κρεῖττον λαβὼν νεανικῶς ἐστρατήγει τοῦ πολέμου.καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατʼ ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν.Ἦρξε μὲν οὖν ὀκτὼ τὰ πάντα τῶν Ἰουδαίων ἔτη, τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς ἐν συμποσίῳ Πτολεμαίου τοῦ γαμβροῦ ταύτην ἐπʼ αὐτὸν συστησαμένου, ὃς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς δύο παῖδας συλλαβὼν καὶ δεδεμένους ἔχων ἔπεμψεν καὶ ἐπὶ Ἰωάννην τὸν τρίτον, τούτῳ δὲ καὶ Ὑρκανὸς ἦν ὄνομα, τοὺς διαφθεροῦντας.αἰσθόμενος δὲ τοὺς ἐλθόντας ὁ νεανίσκος διαφυγὼν τὸν ἐξ αὐτῶν κίνδυνον εἰς τὴν πόλιν ἠπείγετο, θαρρῶν τῷ πλήθει διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας καὶ διὰ τὸ Πτολεμαίου τοῖς ὄχλοις μῖσος. σπουδάσαντα δὲ καὶ Πτολεμαῖον εἰσελθεῖν διʼ ἄλλης πύλης ὁ δῆμος ἀπεώσατο τὸν Ὑρκανὸν ἤδη προσδεδεγμένος.Καὶ ὁ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν αὐτοῦ, ἡττᾶτο δὲ μόνῳ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ.τούτους γὰρ Πτολεμαῖος ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ἐξ ἀπόπτου ᾐκίζετο καὶ κατακρημνίσειν οὐκ ἀφισταμένου τῆς πολιορκίας ἠπείλει. ὁ δʼ ὅσον ἂν ἐνδοίη τῆς περὶ τὴν αἵρεσιν τοῦ χωρίου σπουδῆς, τοσοῦτο χαρίζεσθαι τοῖς φιλτάτοις ἡγούμενος πρὸς τὸ μὴ κακῶς πάσχειν, ἐξέλυε τὸ πρόθυμον.ἡ μέντοι μήτηρ ὀρέγουσα τὰς χεῖρας ἱκέτευε μὴ μαλακίζεσθαι διʼ αὐτήν, ἀλλὰ πολὺ πλέον ὀργῇ χρώμενον ἑλεῖν σπουδάσαι τὸ χωρίον καὶ τὸν ἐχθρὸν ὑπʼ αὐτῷ ποιήσαντα τιμωρῆσαι τοῖς φιλτάτοις· ἡδὺν γὰρ αὐτῇ τὸν μετʼ αἰκίας εἶναι θάνατον, εἰ δίκην ὑπόσχοι τῆς εἰς αὐτοὺς παρανομίας ὁ ταῦτα ποιῶν πολέμιος.τὸν δὲ Ὑρκανὸν ταῦτα μὲν λεγούσης τῆς μητρὸς ὁρμή τις ἐλάμβανεν πρὸς τὴν αἵρεσιν τοῦ φρουρίου, ἡνίκα δʼ αὐτὴν ἴδοι τυπτομένην καὶ σπαραττομένην, ἐξελύετο καὶ τῆς ἐπὶ τοῖς εἰς τὴν μητέρα πραττομένοις συμπαθείας ἥττων ἐγίνετο.ἑλκομένης δʼ οὕτως εἰς χρόνον τῆς πολιορκίας ἐνίσταται τὸ ἔτος ἐκεῖνο, καθʼ ὃ συμβαίνει τοὺς Ἰουδαίους ἀργεῖν· κατὰ δὲ ἑπτὰ ἔτη τοῦτο παρατηροῦσιν, ὡς ἐν ταῖς ἑβδομάσιν ἡμέραις.καὶ Πτολεμαῖος, ὑπὸ ταύτης ἀνεθεὶς τοῦ πολέμου τῆς αἰτίας ἀποκτείνει τοὺς ἀδελφοὺς τοῦ Ὑρκανοῦ καὶ τὴν μητέρα καὶ τοῦτο δράσας πρὸς Ζήνωνα φεύγει τὸν ἐπικληθέντα Κοτυλᾶν, τυραννεύοντα τῆς Φιλαδελφέων πόλεως.Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφʼ οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ.