γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως· ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, ὃ τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον.ὁ δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετʼ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος,εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει· ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματʼ αὐτῷ καὶ τοὺς υἱοὺς ἢ τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα.λαβὼν δὲ ὁ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δʼ ὁ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ.Τῶν δʼ ἐν τῇ ἄκρᾳ πεμψάντων πρὸς Τρύφωνα καὶ παρακαλούντων σπεῦσαι πρὸς αὐτοὺς καὶ τροφὰς αὐτοῖς πέμψαι, παρεσκεύασε τὴν ἵππον ὡς διὰ τῆς νυκτὸς ἐκείνης ἐν Ἱεροσολύμοις ἐσόμενος. ἀλλὰ χιὼν διὰ νυκτὸς πολλὴ πεσοῦσα καὶ τάς τε ὁδοὺς καλύψασα καὶ ἄπορον ἵπποις μάλιστα πεζεύειν ὑπὸ βάθους τὴν πορείαν παρασχοῦσα διεκώλυσεν αὐτὸν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα.διόπερ ἐκεῖθεν ἄρας ὁ Τρύφων εἰς τὴν κοίλην ἀφικνεῖται Συρίαν, σπουδῇ τε εἰς τὴν Γαλαδῖτιν ἐμβαλὼν τόν τε Ἰωνάθην ἀποκτείνας αὐτόθι καὶ ταφῆναι κελεύσας αὐτὸς εἰς τὴν Ἀντιόχειαν ὑπέστρεψεν.ὁ δὲ Σίμων πέμψας εἰς Βασκὰ πόλιν μετακομίζει τὰ τοῦ ἀδελφοῦ ὀστᾶ, καὶ κηδεύει μὲν ταῦτα ἐν Μωδεεῖ τῇ πατρίδι, πένθος δʼ ἐπʼ αὐτῷ μέγα πᾶς ὁ λαὸς ἐποιήσατο.Σίμων δὲ καὶ μνημεῖον μέγιστον ᾠκοδόμησεν τῷ τε πατρὶ καὶ τοῖς ἀδελφοῖς ἐκ λίθου λευκοῦ καὶ ἀνεξεσμένου. εἰς πολὺ δʼ αὐτὸ καὶ περίοπτον ἀναγαγὼν ὕψος στοὰς περὶ αὐτὸ βάλλεται καὶ στύλους μονολίθους θαυμαστὸν ἰδεῖν χρῆμα ἀνίστησιν, πρὸς τούτοις δὲ καὶ πυραμίδας ἑπτὰ τοῖς τε γονεῦσιν καὶ τοῖς ἀδελφοῖς ἑκάστῳ μίαν ᾠκοδόμησεν εἰς ἔκπληξιν μεγέθους τε ἕνεκα καὶ κάλλους πεποιημένας, αἳ καὶ μέχρι δεῦρο σώζονται.καὶ περὶ μὲν τῆς Ἰωνάθου ταφῆς καὶ τῆς τῶν μνημείων οἰκοδομίας τοῖς οἰκείοις Σίμωνος τοσαύτην σπουδὴν οἴδαμεν γενομένην. ἀπέθανεν δὲ Ἰωνάθης ἀρχιερατεύων ἔτη τέσσαρα προστὰς τοῦ γένους. καὶ τὰ μὲν περὶ τῆς τούτου τελευτῆς ἐν τούτοις ἦν.Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν· ἡ δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος ὁ Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν.τοσαύτη δʼ ἦν ἡ τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστʼ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου· εὐτύχησαν γὰρ ἐπʼ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν.κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον ᾖ καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφʼ οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον ᾖ τὸ ἱερόν.καὶ δὴ τοῦτʼ ἔπειθεν εἰς ἐκκλησίαν καλέσας τὸ πλῆθος ὑπʼ αὐτοῦ γίνεσθαι, ὧν τε ἔπαθον ὑπὸ τῶν φρουρῶν καὶ τῶν φυγάδων Ἰουδαίων ὑπομιμνήσκων, ἅ τε πάθοιεν ἄν, εἰ πάλιν κατάσχοι τὴν βασιλείαν ἀλλόφυλος φρουρᾶς ἐν αὐτῇ κατασταθείσης.ταῦτα λέγων πείθει τὸ πλῆθος παραινῶν αὐτῷ τὰ συμφέροντα. καὶ πάντες προσβαλόντες καθῄρουν τὸ ὄρος καὶ μήτε νυκτὸς μήθʼ ἡμέρας ἀπολυόμενοι τοῦ ἔργου τρισὶν αὐτὸ τοῖς πᾶσιν ἔτεσιν κατήγαγον εἰς ἔδαφος καὶ πεδινὴν λειότητα. καὶ τὸ λοιπὸν ἐξεῖχεν ἁπάντων τὸ ἱερὸν τῆς ἄκρας καὶ τοῦ ὄρους ἐφʼ ᾧ ἦν καθῃρημένων. καὶ τὰ μὲν ἐπὶ Σίμωνος πραχθέντα τοῦτον εἶχεν τὸν τρόπον.Μετʼ οὐ πολὺ δὲ τῆς αἰχμαλωσίας τῆς Δημητρίου τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, ὃς καὶ Θεὸς ἐπεκλήθη, Τρύφων διέφθειρεν ἐπιτροπεύων αὐτοῦ τέσσαρα βασιλεύσαντα ἔτη. καὶ τὸν μέν, ὡς χειριζόμενος ἀποθάνοι, διήγγειλεν·τοὺς δὲ φίλους καὶ τοὺς οἰκειοτάτους διέπεμπε πρὸς τοὺς στρατιώτας, ἐπαγγελλόμενος αὐτοῖς χρήματα πολλὰ δώσειν, εἰ βασιλέα χειροτονήσουσιν αὐτόν, Δημήτριον μὲν ὑπὸ Πάρθων αἰχμάλωτον γεγονέναι μηνύων, τὸν δʼ ἀδελφὸν αὐτοῦ Ἀντίοχον παρελθόντα εἰς τὴν ἀρχὴν πολλὰ ποιήσειν αὐτοῖς κακὰ τῆς ἀποστάσεως ἀμυνόμενον.