καλῶς οὖν ποιήσετε καὶ αὐτοὶ γράφοντες ἡμῖν καὶ περὶ ὧν ἂν δέησθε ἐπιστέλλοντες, ὡς εἰς ἅπαντα προθυμησομένοις ὑπὲρ τῆς ὑμετέρας προαιρέσεως. οἱ μὲν οὖν Λακεδαιμόνιοι τούς τε πρεσβευτὰς φιλοφρόνως ὑπεδέξαντο καὶ ψήφισμα ποιησάμενοι περὶ συμμαχίας καὶ φιλίας πρὸς αὐτοὺς ἀπέστειλαν.Κατὰ δὲ τὸν χρόνον τοῦτον τρεῖς αἱρέσεις τῶν Ἰουδαίων ἦσαν, αἳ περὶ τῶν ἀνθρωπίνων πραγμάτων διαφόρως ὑπελάμβανον, ὧν ἡ μὲν Φαρισαίων ἐλέγετο, ἡ δὲ Σαδδουκαίων, ἡ τρίτη δὲ Ἐσσηνῶν.οἱ μὲν οὖν Φαρισαῖοι τινὰ καὶ οὐ πάντα τῆς εἱμαρμένης ἔργον εἶναι λέγουσιν, τινὰ δʼ ἐφʼ ἑαυτοῖς ὑπάρχειν συμβαίνειν τε καὶ μὴ γίνεσθαι. τὸ δὲ τῶν Ἐσσηνῶν γένος πάντων τὴν εἱμαρμένην κυρίαν ἀποφαίνεται καὶ μηδὲν ὃ μὴ κατʼ ἐκείνης ψῆφον ἀνθρώποις ἀπαντᾶν.Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσιν οὐδὲν εἶναι ταύτην ἀξιοῦντες οὐδὲ κατʼ αὐτὴν τὰ ἀνθρώπινα τέλος λαμβάνειν, ἅπαντα δὲ ἐφʼ ἡμῖν αὐτοῖς κεῖσθαι, ὡς καὶ τῶν ἀγαθῶν αἰτίους ἡμᾶς γινομένους καὶ τὰ χείρω παρὰ τὴν ἡμετέραν ἀβουλίαν λαμβάνοντας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβεστέραν πεποίημαι δήλωσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς Ἰουδαϊκῆς πραγματείας.Οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ τὴν γεγενημένην ἧτταν ἀναμαχέσασθαι βουλόμενοι, πλείω τῆς προτέρας δύναμιν συναγαγόντες ἦλθον ἐπὶ τὸν Ἰωνάθην. ὁ δὲ ἐπιόντας πυθόμενος ὀξέως ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν· οὐ γὰρ ἔγνω σχολὴν αὐτοῖς παρασχεῖν, ὥστʼ εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν.στρατοπεδευσάμενος δὲ τῶν πολεμίων ἄπωθεν σταδίοις πεντήκοντα πέμπει τοὺς κατοψομένους αὐτῶν τὴν παρεμβολὴν καὶ πῶς εἶεν ἐστρατοπεδευκότες. τῶν δὲ κατασκόπων πάντʼ αὐτῷ φρασάντων καί τινας συλλαβόντων νυκτός, οἳ αὐτοῖς μέλλειν ἐπιτίθεσθαι τοὺς πολεμίους ἐμήνυον, προγνοὺς ἠσφαλίσατο,προφυλακάς τε ποιησάμενος ἔξω τοῦ στρατοπέδου καὶ τὴν δύναμιν διʼ ὅλης τῆς νυκτὸς ἐν τοῖς ὅπλοις ἔχων ἅπασαν καὶ παρηγγελκὼς αὐτοῖς τὰς ψυχὰς ἐρρωμένους εἶναι καὶ ταῖς διανοίαις οὕτως ἔχειν, ὡς καὶ διὰ τῆς νυκτὸς εἰ δεήσειε μαχεσομένους, ὥστε μὴ λαθεῖν αὐτῶν τὴν προαίρεσιν.οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ πυθόμενοι τὸν Ἰωνάθην ἐγνωκότα οὐκέτι τὴν γνώμην ἦσαν ὑγιεῖς, ἀλλʼ ἐτάραττεν αὐτοὺς τὸ καταφώρους τοῖς ἐχθροῖς γεγονέναι καὶ μηδενὶ προσδοκᾶν αὐτῶν ἐπικρατήσειν ἑτέρῳ τῆς ἐπιβουλῆς διημαρτημένης· ἐκ γὰρ τοῦ φανεροῦ διακινδυνεύοντες οὐκ ἐνόμιζον εἶναι τοῖς Ἰωνάθου ἀξιόμαχοι.φυγὴν οὖν ἐβουλεύσαντο, καὶ πυρὰ καύσαντες πολλά, ὡς ὁρῶντες οἱ πολέμιοι μένειν αὐτοὺς ὑπολάβοιεν, ἀνεχώρησαν. ὁ δὲ Ἰωνάθης ἕωθεν προσμίξας αὐτῶν τῷ στρατοπέδῳ καὶ καταλαβὼν ἔρημον αὐτό, συνεὶς ὅτι πεφεύγασιν ἐδίωκεν.οὐ μέντοι φθάνει καταλαβεῖν· ἤδη γὰρ τὸν Ἐλεύθερον ποταμὸν διαβεβηκότες ἦσαν ἐν ἀσφαλεῖ. ποιησάμενος οὖν ἐκεῖθεν τὴν ὑποστροφὴν εἰς τὴν Ἀραβίαν καὶ πολεμήσας τοὺς Ναβατηνοὺς καὶ πολλὴν αὐτῶν λείαν ἀπελάσας καὶ λαβὼν αἰχμαλώτους ἐλθὼν εἰς Δαμασκὸν ἐκεῖ πάντα ἀπέδοτο.ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ τὴν Ἰουδαίαν ἅπασαν ἐπελθὼν καὶ τὴν Παλαιστίνην ἕως Ἀσκάλωνος ἠσφαλίσατο φρουρίοις, καὶ ποιήσας ταῦτα καὶ τοῖς οἰκοδομήμασιν ὀχυρώτατα καὶ ταῖς φυλακαῖς ἦλθεν εἰς Ἰόππην καὶ καταλαβόμενος αὐτὴν εἰσήγαγεν μεγάλην φρουράν· ἤκουσε γὰρ τοὺς Ἰοππηνοὺς βουλομένους τοῖς Δημητρίου στρατηγοῖς παραδοῦναι τὴν πόλιν.Ταῦτʼ οὖν διοικησάμενοι ὅ τε Σίμων καὶ Ἰωνάθης ἦλθον εἰς Ἱεροσόλυμα. συναγαγὼν δὲ τὸν λαὸν ἅπαντα εἰς τὸ ἱερὸν Ἰωνάθης συνεβουλεύετο τά τε τείχη τῶν Ἱεροσολυμιτῶν ἐπισκευάσαι καὶ τὸ καθῃρημένον τοῦ περὶ τὸ ἱερὸν περιβόλου πάλιν ἀναστῆσαι καὶ πύργοις ὑψηλοῖς ἐξοχυρῶσαι τὰ περὶ αὐτό,πρὸς τούτοις δὲ καὶ μέσον τῆς πόλεως ἄλλο τεῖχος ἀνοικοδομησαμένους ἀποφράξαι τοῖς ἐν τῇ ἄκρᾳ φρουροῖς τὴν πόλιν καὶ τῆς εὐπορίας αὐτοὺς τῶν σιτίων τοῦτον ἀποκλεῖσαι τὸν τρόπον, ἔτι γε μὴν καὶ τὰ ἐν τῇ χώρᾳ φρούρια ποιῆσαι πολὺ τῆς ὑπαρχούσης αὐτοῖς ἀσφαλείας ὀχυρώτερα.τῆς δὲ γνώμης καὶ τῷ πλήθει δοκιμασθείσης καλῶς ἔχειν αὐτὸς μὲν τὰ κατὰ τὴν πόλιν ᾠκοδόμει, Σίμωνα δὲ τὰ κατὰ τὴν χώραν ἐξέπεμψεν ἀσφαλισόμενον.ὁ δὲ Δημήτριος διαβὰς εἰς τὴν Μεσοποταμίαν ἧκεν ταύτην τε βουλόμενος καὶ τὴν Βαβυλῶνα κατασχεῖν,καὶ τῶν ἄνω σατραπειῶν ἐγκρατὴς γενόμενος ἐντεῦθεν ποιεῖσθαι τὰς ὅλης τῆς βασιλείας ἀφορμάς· καὶ γὰρ οἱ ταύτῃ κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες συνεχῶς ἐπρεσβεύοντο πρὸς αὐτόν, εἰ πρὸς αὐτοὺς ἀφίκοιτο, παραδώσειν μὲν αὑτοὺς ὑπισχνούμενοι, συγκαταπολεμήσειν δὲ Ἀρσάκην τὸν Πάρθων βασιλέα.ταύταις ἐπαρθεὶς ταῖς ἐλπίσιν ὥρμησεν πρὸς αὐτούς, εἰ καταστρέψαιτο τοὺς Πάρθους καὶ γένοιτʼ αὐτῷ δύναμις, τὸν Τρύφωνα πολεμῆσαι διεγνωκὼς καὶ τῆς Συρίας ἐκβαλεῖν. δεξαμένων δὲ αὐτὸν προθύμως τῶν ἐν τῇ χώρᾳ, συναγαγὼν δύναμιν ἐπολέμησεν πρὸς τὸν Ἀρσάκην, καὶ τὴν στρατιὰν πᾶσαν ἀποβαλὼν αὐτὸς ζῶν ἐλήφθη, καθὼς καὶ ἐν ἄλλοις δεδήλωται.Τρύφων δʼ ἐπειδὴ τὰ περὶ τὸν Δημήτριον ἔγνω τοιοῦτο λαβόντα τέλος οὐκέτʼ ἦν Ἀντιόχῳ βέβαιος, ἀλλʼ ἐπεβούλευεν ὥστʼ αὐτὸν ἀποκτείνας τὴν βασιλείαν αὐτὸς κατασχεῖν. ἐνεπόδιζέ γε μὴν αὐτοῦ τὴν προαίρεσιν ταύτην ὁ παρὰ Ἰωνάθου φόβος φίλου τυγχάνοντος Ἀντιόχῳ, καὶ διὰ τοῦτʼ ἐκποδὼν ποιήσασθαι τὸν Ἰωνάθην πρῶτον ἔγνω καὶ τότε τοῖς περὶ τὸν Ἀντίοχον ἐγχειρεῖν.