νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα.ὁ δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπʼ αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται.βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπʼ αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δʼ αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο.καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, ἡ δὲ φλὸξ ἐφʼ ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο.οἱ δʼ Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν.ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους διʼ ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ.συγγνοὺς δʼ αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας.ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτʼ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας.ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δʼ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, ὃ καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, ὁ δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν.ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν.Ἰωνάθης δʼ ἐπὶ τοῖς παρʼ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδʼ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρʼ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθʼ ὧν εὖ πάθοι.Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν.παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας.πείσας δʼ ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δʼ εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας· ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι.τοῦτο παρώξυνεν εἰς πολιορκίαν τὸν Ἰωνάθην καὶ τῆς χώρας τὴν κάκωσιν· μέρος γὰρ τῆς στρατιᾶς περικαθίσας τῇ Γάζῃ τῷ λοιπῷ τὴν γῆν αὐτὸς ἐπιὼν διέφθειρεν καὶ ἐνεπίμπρα. ταῦτα δὲ πάσχοντας ἑαυτοὺς ὁρῶντες οἱ Γαζῖται καὶ μηδεμίαν ἀπὸ Δημητρίου βοήθειαν αὐτοῖς γινομένην, ἀλλὰ τὸ μὲν λυποῦν ἤδη παρόν, τὸ δʼ ὠφελῆσον μακρὰν ἔτι καὶ ἄδηλον εἰ παραγένοιτο, σῶφρον ἔκριναν εἶναι τοῦτʼ ἀφέντες παραμένειν ἐκεῖνο θεραπεύειν.πέμψαντες οὖν πρὸς τὸν Ἰωνάθην φιλίαν τε ὡμολόγουν καὶ συμμαχίαν· οἱ μὲν γὰρ ἄνθρωποι πρὸ πείρας τῶν δεινῶν οὐ συνιᾶσιν τὸ συμφέρον, ἀλλʼ ὅταν ἔν τινι κακῷ γενόμενοι τύχωσιν, τότε γνωσιμαχήσαντες ἃ μηδʼ ὅλως βλαβέντας ἄμεινον ἦν ποιεῖν ταῦθʼ ὕστερον ζημιωθέντες αἱροῦνται.