ταῦτα δʼ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο·οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν. αἴτιον δʼ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν.Ταῦτα μὲν τὰ πεμφθέντα εἰς Ἱεροσόλυμα ὑπὸ Πτολεμαίου ἀναθήματα. ὁ δʼ ἀρχιερεὺς Ἐλεάζαρος ἀναθεὶς αὐτὰ καὶ τιμήσας τοὺς κομίσαντας καὶ δῶρα τῷ βασιλεῖ δοὺς κομίζειν ἀπέλυσε πρὸς τὸν βασιλέα.παραγενομένων δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀκούσας Πτολεμαῖος τὴν παρουσίαν αὐτῶν καὶ τοὺς ἑβδομήκοντα τῶν πρεσβυτέρων ἐληλυθότας, εὐθὺς μεταπέμπεται τὸν Ἀνδρέαν καὶ τὸν Ἀρισταῖον τοὺς πρέσβεις. οἱ δʼ ἀφικόμενοι τάς τε ἐπιστολάς, ἃς ἐκόμιζον αὐτῷ παρὰ τοῦ ἀρχιερέως, ἀπέδοσαν καὶ ὅσα φράζειν ἀπὸ λόγων ὑπέθετο ταῦτα ἐδήλωσαν.σπεύδων δʼ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ἱεροσολύμων πρεσβύταις ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος·οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός· τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν.ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, ἃ τῷ βασιλεῖ κομίσαι ὁ ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων.ὡς δʼ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας ὁ βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἥρμοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν.ἐκβοησάντων δʼ ὑφʼ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ διʼ ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα.κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν. τὴν μέντοι γε ἡμέραν, καθʼ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο·ἔτυχεν γὰρ ἡ αὐτὴ εἶναι τῆς παρουσίας αὐτοῖς καὶ τῆς νίκης, ἣν Ἀντίγονον ναυμαχῶν ἐνίκησεν· συνεστιαθῆναί τε ἐκέλευσεν αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ.Ὁ δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν. διετέτακτο δὲ τοῦτον ὑπὸ τοῦ βασιλέως τὸν τρόπον·κατὰ γὰρ πόλιν ἑκάστην, ὅσαι τοῖς αὐτοῖς χρῶνται περὶ τὴν δίαιταν, ἦν τούτων ἐπιμελόμενος καὶ κατὰ τὸ τῶν ἀφικνουμένων πρὸς αὐτὸν ἔθος πάντʼ αὐτοῖς παρεσκευάζετο, ἵνα τῷ συνήθει τρόπῳ τῆς διαίτης εὐωχούμενοι μᾶλλον ἥδωνται καὶ πρὸς μηδὲν ὡς ἀλλοτρίως ἔχοντες δυσχεραίνωσιν. ὃ δὴ καὶ περὶ τούτους ἐγένετο Δωροθέου διὰ τὴν περὶ τὸν βίον ἀκρίβειαν ἐπὶ τούτοις καθεστῶτος.συνέστρωσε δὲ πάντα διʼ αὐτοῦ τὰ πρὸς τὰς τοιαύτας ὑποδοχὰς καὶ διμερῆ τὴν κλισίαν ἐποίησεν οὑτωσὶ προστάξαντος τοῦ βασιλέως· τοὺς μὲν γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλιθῆναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν αὐτοῦ κλισίαν, οὐδὲν ἀπολιπὼν τῆς εἰς τοὺς ἄνδρας τιμῆς.ἐπεὶ δʼ οὕτως κατεκλίθησαν ἐκέλευσε τὸν Δωρόθεον, οἷς ἔθεσι χρώμενοι διατελοῦσιν πάντες οἱ ἀπὸ τῆς Ἰουδαίας πρὸς αὐτὸν ἀφιγμένοι κατὰ ταῦτα ὑπηρετεῖν. διὸ καὶ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἳ τὰς κατευχὰς ἐποιοῦντο, παρῃτήσατο, τῶν δὲ παραγενομένων ἕνα Ἐλισαῖον ὄνομα ὄντα ἱερέα παρεκάλεσεν ὁ βασιλεὺς ποιήσασθαι κατευχάς.ὁ δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπʼ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν.διαλιπὼν δʼ ὁ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο,ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, ὃ συνέγραψεν διὰ ταῦτα.Θαυμάζοντος δʼ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτʼ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες.