τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών.τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς καὶ τὴν τῆς αὐλῆς πίστιν εἶναι δυναμένων ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν.βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι, καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ.καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφʼ ἑκάστης φυλῆς ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι.ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον ἐμοὶ τιμιωτάτους, διʼ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δʼ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν θέλῃς ποιήσεις κεχαρισμένα.Τῆς οὖν ἐπιστολῆς τοῦ βασιλέως κομισθείσης πρὸς τὸν Ἐλεάζαρον ἀντιγράφει πρὸς αὐτὴν ὡς ἐνῆν μάλιστα φιλοτίμως. ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαίρειν. ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσινόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα.τὴν δʼ ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαιρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτὴν ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐσέβειαν.ἐπεδείξαμεν δʼ αὐτῷ καὶ τὰς φιάλας ἃς ἔπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα καὶ κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, ἅ τε εἰς θυσίαν καὶ εἰς ἐπισκευὴν ὧν ἂν δέηται τὸ ἱερὸν τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἄξιοι.ἴσθι δʼ ἡμᾶς τὸ σοὶ συμφέρον, κἂν ᾖ τι παρὰ φύσιν, ὑπομενοῦντας· ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας.εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν ὃ προαιρῇ τέλος.ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετʼ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο.Ταῦτα μὲν ὁ ἀρχιερεὺς ἀντέγραψεν. ἐμοὶ δʼ οὐκ ἀναγκαῖον ἔδοξεν εἶναι τὰ ὀνόματα τῶν ἑβδομήκοντα πρεσβυτέρων, οἳ τὸν νόμον ἐκόμιζον ὑπὸ Ἐλεαζάρου πεμφθέντες, δηλοῦν· ἦν γὰρ ταῦτα ὑπογεγραμμένα ἐν τῇ ἐπιστολῇ.τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν ὁ βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν ἡ τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται· ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν ὁ βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἴα γίγνεσθαι τῶν κατασκευασμάτων.ὧν ἕκαστον οἷον ἦν τὴν πολυτέλειαν διηγήσομαι, τῆς μὲν ἱστορίας ἴσως οὐκ ἀπαιτούσης τὴν ἀπαγγελίαν, τὸ δὲ τοῦ βασιλέως φιλόκαλον καὶ μεγαλόφρον οὕτω συστήσειν τοῖς ἐντευξομένοις ὑπολαμβάνων.Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι. εἶχεν μὲν οὖν διʼ ἐννοίας ὁ βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ἱεροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον κατασκευασθῆναι.μαθὼν δὲ καὶ τὴν οὖσαν ἡλίκη τις ἦν, καὶ ὅτι αὐτῆς οὐδὲν κωλύει μείζονα γενέσθαι, φήσας καὶ πενταπλασίονα τῆς ὑπαρχούσης τῷ μεγέθει βούλεσθαι κατασκευάσαι, φοβεῖσθαι δέ, μὴ πρὸς τὰς λειτουργίας ἄχρηστος διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους γένηται· βούλεσθαι γὰρ οὐκ ἀνακεῖσθαι μόνον εἰς θέαν τἀναθήματα, ἀλλὰ καὶ πρὸς τὰς λειτουργίας εὔχρηστα·καὶ διὰ τοῦτο λογισάμενος σύμμετρον κατεσκευάσθαι τὴν προτέραν τράπεζαν, ἀλλʼ οὐ διὰ σπάνιν χρυσοῦ, τῷ μεγέθει μὲν οὐκ ἔγνω τὴν προϋπάρχουσαν ὑπερβαλεῖν, τῇ δὲ ποικιλίᾳ καὶ τῷ κάλλει τῆς ὕλης ἀξιολογωτέραν κατασκευάσαι.δεινὸς δὲ ὢν συνιδεῖν πραγμάτων παντοδαπῶν φύσιν καὶ λαβεῖν ἐπίνοιαν ἔργων καινῶν καὶ παραδόξων καὶ ὅσα ἦν ἄγραφα τὴν εὕρεσιν αὐτὸς παρέχων διὰ τὴν σύνεσιν καὶ ὑποδεικνὺς τοῖς τεχνίταις, ἐκέλευσεν ταῦτα κατασκευάζεσθαι καὶ τὰ ἀναγεγραμμένα πρὸς τὴν ἀκρίβειαν αὐτῶν ἀποβλέποντας ὁμοίως ἐπιτελεῖν.Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δʼ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι. τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην.