οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας. ἐπιδιώκων δὲ ὁ Ἰούδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους.οἱ δʼ ἐν αὐταῖς ἀκούσαντες ἐξεπήδων ὡπλισμένοι καὶ τοῖς φεύγουσιν ὑπαντῶντες ἔκτεινον αὐτοὺς γενόμενοι κατὰ πρόσωπον, ὥστʼ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν ὄντων αὐτῶν ἐννακισχιλίων.τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ἰουδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου. ἄγουσιν δʼ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ἰουδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη.Τῷ δʼ ἀρχιερεῖ τῷ Ἀλκίμῳ βουληθέντι καθελεῖν τὸ τεῖχος τοῦ ἁγίου παλαιὸν ὂν καὶ κατεσκευασμένον ὑπὸ τῶν ἀρχαίων προφητῶν, πληγή τις αἰφνίδιος ἐκ τοῦ θεοῦ προσέπεσεν, ὑφʼ ἧς ἄφωνός τε ἐπὶ τὴν γῆν κατηνέχθη καὶ βασανισθεὶς ἐπὶ συχνὰς ἡμέρας ἀπέθανεν ἀρχιερατεύσας ἔτη τέσσαρα.τελευτήσαντος δὲ τούτου τὴν ἀρχιερωσύνην ὁ λαὸς τῷ Ἰούδᾳ δίδωσιν, ὃς ἀκούσας περὶ τῆς Ῥωμαίων δυνάμεως καὶ ὅτι καταπεπολεμήκασιν τήν τε Γαλατίαν καὶ τὴν Ἰβηρίαν καὶ Καρχηδόνα τῆς Λιβύης καὶ πρὸς τούτοις τὴν Ἑλλάδα κεχείρωνται καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ τὸν μέγαν Ἀντίοχον, ἔγνω φιλίαν ποιήσασθαι πρὸς αὐτούς.πέμψας οὖν εἰς τὴν Ῥώμην τῶν αὐτοῦ φίλων Εὐπόλεμον τὸν Ἰωάννου υἱὸν καὶ Ἰάσονα τὸν Ἐλεαζάρου παρεκάλει διʼ αὐτῶν συμμάχους εἶναι καὶ φίλους, καὶ Δημητρίῳ γράψαι, ὅπως μὴ πολεμῇ τοὺς Ἰουδαίους.ἐλθόντας δὲ εἰς τὴν Ῥώμην τοὺς παρὰ τοῦ Ἰούδα πρεσβευτὰς ἡ σύγκλητος δέχεται καὶ διαλεχθεῖσα περὶ ὧν ἐπέμφθησαν τὴν συμμαχίαν ἐπινεύει. ποιήσασα δὲ περὶ τούτου δόγμα τὸ μὲν ἀντίγραφον εἰς τὴν Ἰουδαίαν ἀπέστειλεν, αὐτὸ δʼ εἰς τὸ Καπετώλιον εἰς χαλκᾶς ἐγγράψαντες δέλτους ἀνέθεσαν.ἦν δὲ τοιοῦτον· δόγμα συγκλήτου περὶ συμμαχίας καὶ εὐνοίας τῆς πρὸς τὸ ἔθνος τὸ Ἰουδαίων. μηδένα τῶν ὑποτεταγμένων Ῥωμαίοις πολεμεῖν τῷ Ἰουδαίων ἔθνει μηδὲ τοῖς πολεμοῦσι χορηγεῖν ἢ σῖτον ἢ πλοῖα ἢ χρήματα.ἐὰν δὲ ἐπίωσί τινες Ἰουδαίοις, βοηθεῖν Ῥωμαίους αὐτοῖς κατὰ τὸ δυνατόν, καὶ πάλιν, ἂν τῇ Ῥωμαίων ἐπίωσίν τινες, Ἰουδαίους αὐτοῖς συμμαχεῖν. ἂν δέ τι πρὸς ταύτην τὴν συμμαχίαν θελήσῃ τὸ τῶν Ἰουδαίων ἔθνος ἢ προσθεῖναι ἢ ἀφελεῖν, τοῦτο κοινῇ γινέσθω γνώμῃ τοῦ δήμου τοῦ Ῥωμαίων, ὃ δʼ ἂν προστεθῇ τοῦτʼ εἶναι κύριον.ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ἰωάννου παιδὸς καὶ ὑπὸ Ἰάσονος τοῦ Ἐλεαζάρου ἐπʼ ἀρχιερέως μὲν τοῦ ἔθνους Ἰούδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ἰουδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι.Δημήτριος δʼ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν.ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο.μαθὼν δὲ τὸν Ἰούδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπʼ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων· τῷ Ἰούδᾳ δʼ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων.Ἰούδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν καὶ τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἷός τʼ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, καὶ προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην.τῶν δὲ λεγόντων, ὡς οὐκ εἰσὶ πρὸς τοσοῦτο μέγεθος στρατιᾶς ἀξιόμαχοι, συμβουλευόντων δὲ νῦν μὲν ἀναχωρεῖν καὶ σώζειν αὐτούς, αὖθις δὲ συναγαγόντας τοὺς ἰδίους τοῖς ἐχθροῖς συμβαλεῖν, μὴ τοῦτʼ, εἶπεν, ἥλιος ἐπίδοι γενόμενον, ἵνʼ ἐγὼ τὰ νῶτά μου δείξω τοῖς πολεμίοις.ἀλλʼ εἰ καὶ τελευτὴν ὁ παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον ἢ τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν. καὶ ὁ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν.Ὁ δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δʼ ἦν ἐπὶ τοῦ δεξιοῦ.οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι.