Ὁ δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ.ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας ὁ Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος· δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν.ὁ δʼ οὐκ ἐπίστευσεν· ἑώρα γάρ, ὅτι μετὰ στρατιᾶς πάρεστιν τοσαύτης, μεθʼ ὅσης ἐπὶ πόλεμόν τις, ἀλλʼ οὐκ ἐπʼ εἰρήνην ἔρχεται. τινὲς μέντοι γε τῶν ἐκ τοῦ δήμου προσέχοντες οἷς ὁ Βακχίδης ἐπεκηρυκεύσατο καὶ νομίσαντες οὐδὲν αὐτοὺς ὑπὸ Ἀλκίμου πείσεσθαι δεινὸν ὄντος ὁμοφύλου πρὸς αὐτοὺς ἀνεχώρησαν,καὶ λαβόντες ὅρκους παρʼ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. ὁ δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὅρκων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας.ἐπεὶ δʼ ἐκ τῶν Ἱεροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵνʼ ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν.Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο·τούτων δʼ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ἰούδα φρονοῦντας ηὕρισκεν ἐφόνευεν.ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν ὁ Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλʼ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι.παραγενόμενος οὖν εἰς Ἀντιόχειαν παρώξυνεν αὐτὸν ἐπὶ τὸν Ἰούδαν, κατηγορῶν ὡς πολλὰ μὲν ὑπʼ αὐτοῦ πεπόνθοι κακά, πλείω δὲ γένοιτʼ ἄν, εἰ μὴ προκαταληφθείη καὶ δοίη δίκην δυνάμεως ἐπʼ αὐτὸν ἰσχυρᾶς ἀποσταλείσης.Ὁ δὲ Δημήτριος τοῦτʼ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ἰούδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν ὁ καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών, καὶ δοὺς δύναμιν ὅσην ὑπέλαβεν ἀρκέσειν αὐτῷ πρὸς τὸν Ἰούδαν ἐκέλευσεν μηδεμίαν φειδὼ ποιεῖσθαι τοῦ ἔθνους.ὁ δὲ Νικάνωρ παραγενόμενος εἰς Ἱεροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ἰούδᾳ, δόλῳ δʼ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὅρκους δʼ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν· ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ.ταῦτα διαπρεσβευσαμένου τοῦ Νικάνορος ὁ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως. ὁ δὲ ἀσπασάμενος τὸν Ἰούδαν καὶ μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι τὸν Ἰούδαν.ὁ δὲ συνεὶς τὴν ἐπιβουλὴν ἐκπηδήσας πρὸς τοὺς ἰδίους συνέφυγεν. φανερᾶς δὲ τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς ἐνέδρας ὁ Νικάνωρ γενομένης πολεμεῖν ἔκρινεν τῷ Ἰούδᾳ, καὶ συγκροτήσας καὶ παρασκευασάμενος τὰ πρὸς τὴν μάχην συμβάλλει κατά τινα κώμην Καφαρσαλαμὰ καὶ νικήσας ἀναγκάζει τὸν Ἰούδαν ἐπὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν φεύγειν.Ἔτι δʼ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ. ὁ δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ἰούδαν ὁ λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν.καὶ ὁ μὲν ταῦτʼ ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν Ἱεροσολύμων, οἱ δʼ ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς.ὁ δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ἱεροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως· Ἰούδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων.τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἵων ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς ὁ Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν.