προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ἰουδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν.ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον.εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφʼ ἡμῶν ἀληθῆ νομιζόντων.Ὁ δʼ Ἀντίοχος πρὶν ἢ τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ.ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει. Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα.Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ἰουδαίων πολλὰ τοὺς Ἰουδαίους εἰργάσαντο· τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν· ἐπέκειτο γὰρ τῷ ἱερῷ ἡ ἄκρα.τούτων οὖν συμβαινόντων αὐτοῖς Ἰούδας ἐξελεῖν διέγνω τὴν φρουράν, καὶ συναγαγὼν τὸν λαὸν ἅπαντα τοὺς ἐν τῇ ἄκρᾳ καρτερῶς ἐπολιόρκει. ἔτος ἦν τοῦτο τῆς ἀρχῆς τοῖς ἀπὸ Σελεύκου ἑκατοστὸν καὶ πεντηκοστόν. κατασκευάσας οὖν μηχανήματα καὶ χώματα ἐγείρας φιλοπόνως προσέκειτο τῇ τῆς ἄκρας αἱρέσει.πολλοὶ δὲ τῶν ἐν αὐτῇ φυγάδων νύκτωρ ἐξελθόντες εἰς τὴν χώραν καί τινας τῶν ὁμοίων καὶ ἀσεβῶν συναγαγόντες ἧκον πρὸς Ἀντίοχον τὸν βασιλέα, οὐκ ἀξιοῦντες ἑαυτοὺς ὑπερορᾶσθαι δεινὰ πάσχοντας ὑπὸ τῶν ὁμοφύλων καὶ ταῦθʼ ὑπομένοντας διὰ τὸν πατέρα αὐτοῦ, τὴν μὲν πάτριον αὐτῶν καταλύσαντας θρησκείαν, ἣν δὲ προσέταξεν ταύτης ἀντιποιουμένους·κινδυνεύειν οὖν ὑπὸ Ἰούδου καὶ τῶν σὺν αὐτῷ τὴν ἀκρόπολιν αἱρεθῆναι καὶ τοὺς φρουροὺς τοὺς ὑπὸ τοῦ βασιλέως κατασταθέντας, εἰ μή τις παρʼ αὐτοῦ βοήθεια πεμφθείη.ταῦτʼ ἀκούσας ὁ παῖς Ἀντίοχος ὠργίσθη καὶ τοὺς ἡγεμόνας καὶ φίλους μεταπεμψάμενος ἐκέλευσε μισθοφόρους συναγαγεῖν καὶ ἐκ τῆς βασιλείας τοὺς στρατεύσιμον ἡλικίαν ἔχοντας. καὶ συνήχθη στρατὸς πεζῶν μὲν ὡσεὶ δέκα μυριάδες, ἱππεῖς δὲ δισμύριοι, ἐλέφαντες δὲ δύο καὶ τριάκοντα.Ταύτην οὖν ἀναλαβὼν τὴν δύναμιν ἐξώρμησεν ἐκ τῆς Ἀντιοχείας μετὰ Λυσίου πάσης τῆς στρατιᾶς ἔχοντος τὴν ἡγεμονίαν. καὶ παραγενόμενος εἰς τὴν Ἰδουμαίαν ἐκεῖθεν εἰς Βηθσοῦραν ἀναβαίνει πόλιν σφόδρα ἐχυρὰν καὶ δυσάλωτον καὶ περικαθίσας ἐπολιόρκει τὴν πόλιν.ἰσχυρῶς δὲ ἀντεχόντων τῶν Βηθσουραίων καὶ τὴν παρασκευὴν αὐτοῦ τῶν μηχανημάτων ἐμπρησάντων, ἐπεξῆλθον γὰρ αὐτῷ, χρόνος ἐτρίβετο πολὺς περὶ τὴν πολιορκίαν.Ἰούδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα.ὁ δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ἰούδα στρατόπεδον, ἅμʼ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν.τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας· τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας.κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπʼ αὐτῶν ἀφίεσθαι λαμπράν· συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν ὁ Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ.Ἐλεάζαρος δʼ ὁ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπʼ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπʼ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα.ὁ δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν.