οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἴη, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται· ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος ὁ Ἰούδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους,ἀπονεύσας δʼ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δʼ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται.Χρόνῳ δʼ ὕστερον οὐ πολλῷ Τιμόθεος δύναμιν μεγάλην παρασκευασάμενος καὶ συμμάχους ἄλλους τε παραλαβὼν καὶ Ἀράβων τινὰς μισθῷ πείσας αὐτῷ συστρατεύειν ἧκεν ἄγων τὴν στρατιὰν πέραν τοῦ χειμάρρου Ῥομφῶν ἄντικρυς· πόλις δʼ ἦν αὕτη·καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ἰουδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον· διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν.Ἰούδας δʼ ἀκούσας παρεσκευάσθαι τὸν Τιμόθεον πρὸς μάχην ἀναλαβὼν ἅπασαν τὴν οἰκείαν δύναμιν ἔσπευδεν ἐπὶ τὸν πολέμιον, καὶ περαιωσάμενος τὸν χείμαρρον ἐπιπίπτει τοῖς ἐχθροῖς καὶ τοὺς μὲν αὐτῶν ὑπαντιάζοντας ἀνῄρει, τοὺς δʼ εἰς δέος ἐμβαλὼν ῥίψαντας τὰ ὅπλα φεύγειν ἠνάγκασεν.καὶ τινὲς μὲν αὐτῶν διέδρασαν, οἱ δʼ εἰς τὸ καλούμενον ἐγκρανὰς τέμενος συμφυγόντες ἤλπισαν τεύξεσθαι σωτηρίας. Ἰούδας δὲ τὴν πόλιν καταλαβόμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὸ τέμενος ἐνέπρησεν ποικίλῃ χρησάμενος ἰδέᾳ τῆς ἀπωλείας τῶν πολεμίων.Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ἰουδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἷός τε ἦν εἰς τὴν Ἰουδαίαν ἐπαναγαγεῖν.ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν· τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο.μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν.διαβάντες δὲ τὸν Ἰορδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις.κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν.Ἰώσηπος δὲ ὁ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς ὁ Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ ὁ Ἰούδας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν.Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται .συνέβη δʼ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ἰούδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ἰώσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, ὃ συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον.ὁ δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλʼ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν.Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, ἃ καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον.κινηθεὶς οὖν ὑπὸ τούτων ὥρμησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει. τῶν δʼ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος· ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστʼ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς.λυπουμένῳ δʼ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ἰουδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ἰουδαίων.