ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ.τὴν δʼ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν.Ἑώρταζε δὲ ὁ Ἰούδας μετὰ τῶν πολιτῶν τὴν ἀνάκτησιν τῆς περὶ τὸν ναὸν θυσίας ἐφʼ ἡμέρας ὀκτὼ μηδὲν ἀπολιπὼν ἡδονῆς εἶδος, ἀλλὰ πολυτελέσι μὲν καὶ λαμπραῖς ταῖς θυσίαις κατευωχῶν αὐτούς, ὕμνοις δὲ καὶ ψαλμοῖς τὸν μὲν θεὸν τιμῶν αὐτοὺς δὲ τέρπων.τοσαύτῃ δʼ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετʼ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφʼ ἡμέρας ὀκτώ.καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρʼ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ.τειχίσας δʼ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι.Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ἰουδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα. πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων ὁ Ἰούδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ἰουδαίους ἐπειρᾶτο.καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν.ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν.μαθόντα δʼ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὅροις αὐτῶν Ἰουδαίους. οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ἰούδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς ὃ συνεπεφεύγεσαν.ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας.Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ἰούδας ὅ τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ἰουδαίοις.αὐτὸς δὲ καὶ Ἰωνάθης ὁ ἕτερος ἀδελφὸς μετʼ ὀκτακισχιλίων στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν· κατέλιπεν δʼ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἕως ἂν αὐτὸς ἐπανέλθῃ.ὁ μὲν οὖν Σίμων παραγενόμενος εἰς τὴν Γαλιλαίαν καὶ συμβαλὼν τοῖς ἐχθροῖς εἰς φυγὴν αὐτοὺς ἔτρεψεν καὶ μέχρι τῶν πυλῶν τῆς Πτολεμαΐδος διώξας ἀπέκτεινεν αὐτῶν ὡς περὶ τρισχιλίους, καὶ τά τε σκῦλα λαβὼν τῶν ἀνῃρημένων καὶ τοὺς αἰχμαλώτους Ἰουδαίους καὶ τὴν ἀποσκευὴν αὐτῶν ἐπαγόμενος εἰς τὴν οἰκείαν πάλιν ἀνέστρεψεν.Ἰούδας δὲ ὁ Μακαβαῖος καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ ὁδὸν ἀπʼ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν.ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπʼ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν.ἐπιγενομένης δὲ νυκτὸς οὐδʼ οὕτως ἐπέσχεν, ἀλλʼ ὁδεύσας διʼ αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ἰουδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἕωθεν ἐπʼ αὐτὸ παραγίνεται.καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπʼ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις.