οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δʼ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες· ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμʼ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.Καὶ ὁ μὲν Ἰούδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν. τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ἰούδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ἰουδαίων, αἰσθόμενος ὁ τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως.καθʼ ὥραν οὖν δειπνοποιησάμενος καὶ πολλὰ πυρὰ καταλιπὼν ἐπὶ τοῦ στρατοπέδου διʼ ὅλης ὥδευε τῆς νυκτὸς ἐπὶ τοὺς ἐν Ἐμμαοῖ τῶν πολεμίων. οὐχ εὑρὼν δʼ ἐν τῷ στρατοπέδῳ τοὺς ἐχθροὺς ὁ Γοργίας, ἀλλʼ ὑπονοήσας ἀναχωρήσαντας αὐτοὺς ἐν τοῖς ὄρεσι κεκρύφθαι, πορευθεὶς ἔγνω ζητεῖν, ὅπου ποτʼ εἶεν.περὶ δὲ τὸν ὄρθρον ἐπιφαίνεται τοῖς ἐν Ἐμμαοῖ πολεμίοις ὁ Ἰούδας μετὰ τρισχιλίων φαύλως ὡπλισμένων διὰ πενίαν, καὶ θεασάμενος τοὺς ἐχθροὺς ἄριστα πεφραγμένους καὶ μετʼ ἐμπειρίας πολλῆς ἐστρατοπεδευμένους, προτρεψάμενος τοὺς ἰδίους, ὡς καὶ γυμνοῖς τοῖς σώμασιν μάχεσθαι δεῖ καὶ τὸ θεῖον ἤδη που καὶ τοῖς οὕτως ἔχουσιν τὸ κατὰ τῶν πλειόνων καὶ ὡπλισμένων κράτος ἔδωκεν ἀγασάμενον αὐτοὺς τῆς εὐψυχίας, ἐκέλευσε σημῆναι τοὺς σαλπιγκτάς.ἔπειτʼ ἐμπεσὼν ἀπροσδοκήτοις τοῖς πολεμίοις καὶ ἐκπλήξας αὐτῶν τὴν διάνοιαν καὶ ταράξας πολλοὺς μὲν ἀπέκτεινεν ἀνθισταμένους, τοὺς δὲ λοιποὺς διώκων ἦλθεν ἄχρι Γαζάρων καὶ τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας· ἔπεσόν τε αὐτῶν ὡς περὶ τρισχιλίους.Ἰούδας δὲ τῶν μὲν σκύλων παρεκελεύετο μὴ ἐπιθυμεῖν τοὺς αὐτοῦ στρατιώτας· ἔτι γὰρ αὐτοῖς ἀγῶνά τινα καὶ μάχην εἶναι πρὸς Γοργίαν καὶ τὴν σὺν αὐτῷ δύναμιν· κρατήσαντας δὲ καὶ τούτων τότε σκυλεύσειν ἐπʼ ἀδείας ἔλεγεν τοῦτο μόνον ἔχοντας καὶ μηδὲν ἕτερον ἐκδεχομένους.ἔτι δὲ αὐτοῦ διαλεγομένου ταῦτα πρὸς τοὺς στρατιώτας ὑπερκύψαντες οἱ τοῦ Γοργίου τὴν μὲν στρατιὰν ἣν ἐν τῇ παρεμβολῇ κατέλιπον ὁρῶσιν τετραμμένην, τὸ δὲ στρατόπεδον ἐμπεπρησμένον· ὁ γὰρ καπνὸς αὐτοῖς πόρρωθεν οὖσιν τοῦ συμβεβηκότος δήλωσιν ἔφερεν.ὡς οὖν ταῦθʼ οὕτως ἔχοντα ἔμαθον οἱ σὺν Γοργίᾳ καὶ τοὺς μετὰ Ἰούδου πρὸς παράταξιν ἑτοίμους κατενόησαν, καὶ αὐτοὶ δείσαντες εἰς φυγὴν ἐτράπησαν.ὁ δὲ Ἰούδας ὡς ἀμαχητὶ τῶν μετὰ Γοργίου στρατιωτῶν ἡττημένων ὑποστρέψας ἀνῃρεῖτο τὰ σκῦλα, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον καὶ πορφύραν καὶ ὑάκινθον λαβὼν εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων καὶ ὑμνῶν τὸν θεὸν ἐπὶ τοῖς κατωρθωμένοις· οὐ μικρὰ γὰρ αὐτοῖς ἡ νίκη πρὸς τὴν ἐλευθερίαν συνεβάλλετο.Λυσίας δὲ συγχυθεὶς ἐπὶ τῇ τῶν ἐκπεμφθέντων ἥττῃ τῷ ἐχομένῳ ἔτει μυριάδας ἀνδρῶν ἐπιλέκτων ἀθροίσας ἓξ καὶ πεντακισχιλίους λαβὼν ἱππεῖς ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν, καὶ ἀναβὰς εἰς τὴν ὀρεινὴν ἐν Βεθσούροις κώμῃ τῆς Ἰουδαίας ἐστρατοπεδεύσατο.ἀπήντησε δὲ μετὰ μυρίων Ἰούδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπʼ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος.ἀμέλει κατανοήσας ὁ Λυσίας τὸ φρόνημα τῶν Ἰουδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν.Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν ὁ Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς ὁ θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν.ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς.ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν. καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου.πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἐξελέου μηνός, ὃν οἱ Μακεδόνες Ἀπελλαῖον καλοῦσιν, ἧψάν τε φῶτα ἐπὶ τῆς λυχνίας καὶ ἐθυμίασαν ἐπὶ τοῦ βωμοῦ καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἐπέθεσαν καὶ ὡλοκαύτησαν ἐπὶ τοῦ καινοῦ θυσιαστηρίου.ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθʼ ἣν καὶ μετέπεσεν αὐτῶν ἡ ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία· τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν·