νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι.τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ἰουδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλʼ ὑπακούειν τοῖς προστεταγμένοις.βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφʼ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπʼ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα· τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας ὁ βουλόμενος, ὧν τὰς οὐσίας εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι.τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ἰουδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις.γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δʼ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο· καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον.Ἐπειδὴ δὲ ταῦτʼ ἐγένετο κατὰ τὴν τοῦ βασιλέως βούλησιν μεγαλοπρεπῶς, ἐκέλευσε τὸν Δημήτριον εἰσδοῦναι καὶ τὸ περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς δόγμα· οὐδὲν γὰρ εἰκῆ τοῖς βασιλεῦσιν ᾠκονομεῖτο, πάντα δὲ μετὰ πολλῆς ἐπιμελείας ἐπράττετο.διὸ καὶ τὸ τῆς εἰσδόσεως ἀντίγραφον καὶ τὸ τῶν ἐπιστολῶν κατατέτακται καὶ τὸ πλῆθος τῶν ἀπεσταλμένων ἀναθημάτων καὶ τὸ ἐφʼ ἑκάστου κατασκευασθέν, ὡς ἀκριβεστάτην εἶναι τὴν τοῦ τεχνίτου τοῖς ὁρῶσι μεγαλουργίαν, καὶ διὰ τὴν τῶν κατασκευασμάτων ἐξοχὴν τὸν ἑκάστου δημιουργὸν εὐθέως ποιήσειν γνώριμον. τῆς μέντοι γε εἰσδόσεως τὸ ἀντίγραφον ὑπῆρχε τοιοῦτον·βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, ὦ βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων, ὅπως τῆς δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ἰουδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις· χαρακτῆρσιν γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστιν ἡμῖν ἀσαφῆ.συμβέβηκε δʼ αὐτὰ καὶ ἀμελέστερον ἢ ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὐ τετυχηκέναι προνοίας. ἔστι δʼ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ.διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ τοὺς συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης οὐδὲ τῶν κατʼ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασιν διασαφεῖσθαι.ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ, ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφʼ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρʼ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης ὁ βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρʼ αὐτοῖς Ἰουδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος.προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν. διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι.διηγήσομαι δὲ τὰ κατασκευάσματα καὶ τὸν τρόπον τῆς δημιουργίας αὐτῶν μετὰ τὸ προεκθέσθαι τὸ ἀντίγραφον τῆς ἐπιστολῆς τῆς γραφείσης Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, ταύτην λαβόντι τὴν τιμὴν ἐξ αἰτίας τοιαύτης·τελευτήσαντος Ὀνίου τοῦ ἀρχιερέως ὁ παῖς αὐτοῦ Σίμων γίγνεται διάδοχος ὁ καὶ δίκαιος ἐπικληθεὶς διά τε τὸ πρὸς τὸν θεὸν εὐσεβὲς καὶ τὸ πρὸς τοὺς ὁμοφύλους εὔνουν.ἀποθανόντος δὲ τούτου καὶ νήπιον υἱὸν καταλιπόντος τὸν κληθέντα Ὀνίαν ὁ ἀδελφὸς αὐτοῦ Ἐλεάζαρος, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὴν ἀρχιερωσύνην παρέλαβεν, ᾧ γράφει Πτολεμαῖος τοῦτον τὸν τρόπον·βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. πολλῶν ἐν τῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν ὅτʼ ἐκράτουν ὁ ἐμὸς πατὴρ ἐτίμησεν, καὶ τοὺς μὲν εἰς τὸ στρατιωτικὸν κατέταξεν ἐπὶ μείζοσιν μισθοφοραῖς, τισὶν δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσιν φοβεροί,