συναραμένων δʼ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν.Ταῦτʼ ἀκούσας Ἀπολλώνιος ὁ τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὥρμησεν ἐπὶ τὸν Ἰούδαν. ὁ δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, ᾗ χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν.Σήρων δʼ ὁ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ἰούδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπʼ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν.συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ἰουδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ἰούδαν παρεγίγνετο· προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ἰουδαίας αὐτόθι στρατοπεδεύεται.ὁ δὲ Ἰούδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ διʼ ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλʼ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν.καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας· τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις.ταῦτʼ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους· πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὥρμησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δʼ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους· οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν.Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἔαρος εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν.ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν.καταλιπὼν οὖν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινὰ δόξαν ἔχοντα παρʼ αὐτῷ, καὶ τὰ μέχρι τῶν Αἰγύπτου ὅρων καὶ τῆς κάτωθεν Ἀσίας ἀπʼ Εὐφράτου διήκοντα ποταμοῦ καὶ μέρος τι τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων,τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης φροντίδος ἐνετείλατο ἕως ἂν οὗ παραγένηται, καταστρεψάμενον δὲ τὴν Ἰουδαίαν καὶ τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ἱεροσόλυμα καὶ τὸ γένος αὐτῶν ἀπολέσαι.καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ ὁ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας.Ὁ δὲ Λυσίας ἐπιλεξάμενος Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τῶν τοῦ βασιλέως, καὶ παραδοὺς αὐτοῖς πεζῆς μὲν δυνάμεως μυριάδας τέσσαρας, ἱππεῖς δὲ ἑπτακισχιλίους, ἐξέπεμψεν ἐπὶ τὴν Ἰουδαίαν. οἱ δὲ ἄχρις Ἐμμαοῦ πόλεως ἐλθόντες ἐπὶ τῇ πεδινῇ καταστρατοπεδεύονται.προσγίγνονται δʼ αὐτοῖς σύμμαχοι ἀπό τε τῆς Συρίας καὶ τῆς πέριξ χώρας καὶ πολλοὶ τῶν πεφευγότων Ἰουδαίων, ἔτι γε μὴν καὶ τῶν ἐμπόρων τινὲς ὡς ὠνησόμενοι τοὺς αἰχμαλωτισθησομένους, πέδας μὲν κομίζοντες αἷς δήσουσιν τοὺς ληφθησομένους, ἄργυρον δὲ καὶ χρυσὸν τιμὴν αὐτῶν καταθησόμενοι.τὸ δὲ στρατόπεδον καὶ τὸ πλῆθος τῶν ἐναντίων Ἰούδας κατανοήσας ἔπειθε τοὺς οἰκείους στρατιώτας θαρρεῖν καὶ παρεκελεύετο τὰς ἐλπίδας τῆς νίκης ἔχοντας ἐν τῷ θεῷ τοῦτον ἱκετεύειν τῷ πατρίῳ νόμῳ σάκκους περιθεμένους, καὶ τὸ σύνηθες αὐτῷ σχῆμα τῆς ἱκεσίας παρὰ τοὺς μεγάλους κινδύνους ἐπιδείξαντας τούτῳ δυσωπῆσαι παρασχεῖν αὐτοῖς τὸ κατὰ τῶν ἐχθρῶν κράτος.διατάξας δὲ τὸν ἀρχαῖον αὐτοὺς τρόπον καὶ πάτριον κατὰ χιλιάρχους καὶ ταξιάρχους καὶ τοὺς νεογάμους ἀπολύσας καὶ τοὺς τὰς κτήσεις νεωστὶ πεποιημένους, ὅπως μὴ διὰ τὴν τούτων ἀπόλαυσιν φιλοζωοῦντες ἀτολμότερον μάχωνται, καταστὰς τοιούτοις παρώρμα λόγοις πρὸς τὸν ἀγῶνα τοὺς αὐτοῦ στρατιώτας·καιρὸς μὲν οὖν ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ὦ ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται· νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ διʼ αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν.ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δʼ ἦν ὁ κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, ἢ τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων,