Ἐλθόντων δὲ εἰς τὴν Μωδαῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθεσταμένων ἐπὶ τῷ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους ἃ διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς ὁ βασιλεὺς κελεύσειεν, διά τε τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματταθίαν προκατάρχειν τῶν θυσιῶν,κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, ὁ Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδʼ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν ἢ διὰ φόβον ἢ διʼ εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτʼ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν.ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθʼ ἃ προσέταξεν Ἀντίοχος, θυμωθεὶς ὁ Ματταθίας ὥρμησεν ἐπʼ αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρεν καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζεν, διεχρήσατο μετʼ ὀλίγων στρατιωτῶν,καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί, καὶ ταῦτʼ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ.τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθʼ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους.καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ·μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν.ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν.ὁ δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δʼ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι.ταῦτʼ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρʼ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι.ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη· πολλοὶ γὰρ διʼ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη· τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών.Ἄρξας δʼ ἐνιαυτὸν καὶ καταπεσὼν εἰς νόσον προσκαλεῖται τοὺς παῖδας, καὶ περιστησάμενος αὐτοὺς ἐγὼ μέν, εἶπεν, ὦ παῖδες, ἄπειμι τὴν εἱμαρμένην πορείαν, παρατίθεμαι δʼ ὑμῖν τοὐμὸν φρόνημα καὶ παρακαλῶ μὴ γενέσθαι κακοὺς αὐτοῦ φύλακας,ἀλλὰ μεμνημένους τῆς τοῦ φύσαντος ὑμᾶς καὶ θρεψαμένου προαιρέσεως ἔθη τε σώζειν τὰ πάτρια καὶ κινδυνεύουσαν οἴχεσθαι τὴν ἀρχαίαν πολιτείαν ἀνακτᾶσθαι μὴ συμφερομένους τοῖς ἢ διὰ βούλησιν ἢ διʼ ἀνάγκην προδιδοῦσιν αὐτήν,ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ᾗ ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει·θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον.μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς ὅ τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε,Μακαβαῖον δὲ τῆς στρατιᾶς διʼ ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε· τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους. προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε.Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετʼ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπʼ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ.