περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι λυχνίας χρυσᾶς καὶ βωμὸν χρύσεον καὶ τράπεζαν καὶ τὰ θυσιαστήρια, καὶ μηδὲ τῶν καταπετασμάτων ἀποσχόμενος, ἅπερ ἦν ἐκ βύσσου καὶ κόκκου πεποιημένα, κενώσας δὲ καὶ τοὺς θησαυροὺς τοὺς ἀποκρύφους καὶ μηδὲν ὅλως ὑπολιπών, εἰς μέγα τοὺς Ἰουδαίους ἐπὶ τούτοις πένθος ἐνέβαλεν.καὶ γὰρ τὰς καθημερινὰς θυσίας, ἃς προσέφερον τῷ θεῷ κατὰ τὸν νόμον, ἐκώλυσεν αὐτοὺς προσφέρειν, καὶ διαρπάσας πᾶσαν τὴν πόλιν τοὺς μὲν ἀπέκτεινεν τοὺς δʼ αἰχμαλώτους γυναιξὶν ἅμα καὶ τέκνοις ἔλαβεν, ὡς τῶν ζωγρηθέντων περὶ μυρίους γενέσθαι τὸ πλῆθος.ἐνέπρησε δʼ αὐτῆς τὰ κάλλιστα καὶ καταβαλὼν τὰ τείχη τὴν ἐν τῇ κάτω πόλει ᾠκοδόμησεν ἄκραν· ἦν γὰρ ὑψηλὴ καὶ ὑπερκειμένη τὸ ἱερόν· καὶ διὰ τοῦτο αὐτὴν ὀχυρώσας τείχεσιν ὑψηλοῖς καὶ πύργοις φρουρὰν Μακεδονικὴν ἐγκατέστησεν. ἔμενον δʼ οὐδὲν ἧττον ἐν τῇ ἄκρᾳ καὶ τοῦ πλήθους οἱ ἀσεβεῖς καὶ πονηροὶ τὸν τρόπον, ὑφʼ ὧν πολλὰ καὶ δεινὰ τοὺς πολίτας συνέβη παθεῖν.ἐποικοδομήσας δὲ καὶ τῷ θυσιαστηρίῳ βωμὸν ὁ βασιλεὺς σύας ἐπʼ αὐτοῦ κατέσφαξε, θυσίαν οὐ νόμιμον οὐδὲ πάτριον τῇ Ἰουδαίων θρησκείᾳ ταύτην ἐπιτελῶν. ἠνάγκασε δʼ αὐτοὺς ἀφεμένους τὴν περὶ τὸν αὐτῶν θεὸν θρησκείαν τοὺς ὑπʼ αὐτοῦ νομιζομένους σέβεσθαι, οἰκοδομήσαντας δὲ ἐν ἑκάστῃ πόλει καὶ κώμῃ τεμένη αὐτῶν καὶ βωμοὺς καθιδρύσαντας θύειν ἐπʼ αὐτοῖς σῦς καθʼ ἡμέραν.ἐκέλευσε δὲ καὶ μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, κολάσειν ἀπειλήσας εἴ τις παρὰ ταῦτα ποιῶν εὑρεθείη. κατέστησε δὲ καὶ ἐπισκόπους, οἳ προσαναγκάσουσιν αὐτοὺς τὰ ἐπεσταλμένα ποιεῖν.καὶ πολλοὶ μὲν τῶν Ἰουδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ διʼ εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς ὁ βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον ἢ τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον.καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες. ἠφανίζετο δʼ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρʼ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο.Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ἰουδαίους οὐκέθʼ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν· καὶ γάρ εἰσιν τούτων ἄποικοι.πέμψαντες οὖν πρὸς τὸν Ἀντίοχον πρέσβεις καὶ ἐπιστολὴν ἐδήλουν τὰ ὑπογεγραμμένα· βασιλεῖ Ἀντιόχῳ θεῷ ἐπιφανεῖ ὑπόμνημα παρὰ τῶν ἐν Σικίμοις Σιδωνίων.οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ἰουδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπʼ αὐτοῦ τὰς καθηκούσας θυσίας.σοῦ δὲ τοῖς Ἰουδαίοις τῆς πονηρίας αὐτῶν ἀξίως χρησαμένου, οἱ τὰ βασιλικὰ διοικοῦντες οἰόμενοι κατὰ συγγένειαν ἡμᾶς ταὐτὰ ποιεῖν ἐκείνοις ταῖς ὁμοίαις αἰτίαις περιάπτουσιν, ὄντων ἡμῶν τὸ ἀνέκαθεν Σιδωνίων, καὶ τοῦτο φανερόν ἐστιν ἐκ τῶν πολιτικῶν ἀναγραφῶν.ἀξιοῦμεν οὖν σε τὸν εὐεργέτην καὶ σωτῆρα προστάξαι Ἀπολλωνίῳ τῷ μεριδάρχῃ καὶ Νικάνορι τῷ τὰ βασιλικὰ πράττοντι μηδὲν ἡμῖν ἐνοχλεῖν προσάπτουσι τὰς τῶν Ἰουδαίων αἰτίας, ἡμῶν καὶ τῷ γένει καὶ τοῖς ἔθεσιν ἀλλοτρίων ὑπαρχόντων, προσαγορευθῆναι δὲ τὸ ἀνώνυμον ἱερὸν Διὸς Ἑλληνίου· γενομένου γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δʼ ἔργοις μετὰ ἀδείας προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους.ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς ὁ βασιλεὺς τάδε· βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα.ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπʼ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ἰουδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρʼ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλληνίου.ταῦτα δὲ καὶ Ἀπολλωνίῳ τῷ μεριδάρχῃ ἐπέστειλεν ἕκτῳ ἔτει καὶ τεσσαρακοστῷ μηνὸς Ἑκατομβαιῶνος Ὑρκανίου ὀκτωκαιδεκάτῃ.Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἦν τις οἰκῶν ἐν Μωδαῒ κώμῃ τῆς Ἰουδαίας, ὄνομα Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεῶνος τοῦ Ἀσαμωναίου, ἱερεὺς ἐξ ἐφημερίδος Ἰώαβος, Ἱεροσολυμίτης.ἦσαν δʼ αὐτῷ υἱοὶ πέντε, Ἰωάννης ὁ καλούμενος Γάδδης καὶ Σίμων ὁ κληθεὶς Θάτις καὶ Ἰούδας ὁ καλούμενος Μακαβαῖος καὶ Ἐλεάζαρος ὁ κληθεὶς Αὐρὰν καὶ Ἰωνάθης ὁ κληθεὶς Ἀφφοῦς.οὗτος οὖν ὁ Ματταθίας ἀπωδύρετο τοῖς τέκνοις τὴν κατάστασιν τῶν πραγμάτων καὶ τήν τε τῆς πόλεως διαρπαγὴν καὶ τοῦ ναοῦ τὴν σύλησιν καὶ τοῦ πλήθους τὰς συμφοράς, ἔλεγέν τε κρεῖττον αὐτοῖς εἶναι ὑπὲρ τῶν πατρίων νόμων ἀποθανεῖν ἢ ζῆν οὕτως ἀσεβῶς.