ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δʼ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν.ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν. ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δʼ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, ἃ καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν.τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα διʼ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν· καὶ ταῦτʼ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν.προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι. καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος ὁ τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος.ἦρξε δʼ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν. ἀποθανόντος δὲ τούτου μετʼ αὐτὸν ὁ ἀδελφὸς Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν.τελευτᾷ δὲ καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν ὁ μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ ὁ νεώτερος.Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπʼ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δʼ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει.Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν· ὁ γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα.Ἰησοῦς δέ, οὗτος γὰρ ἦν ὁ τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἡ ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν.ὁ μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, ὁ δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ τοῦ πλήθους διανεμηθέντος εἰς ἑκατέρους, ἐκ τῆς Μενελάου μοίρας οἱ Τωβίου παῖδες ἐγένοντο,τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφʼ οὗ καὶ πονούμενοι ὅ τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατʼ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν.παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθʼ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα.Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων.γενόμενος οὖν μετὰ πολλῆς δυνάμεως κατὰ τὸ Πηλούσιον καὶ δόλῳ τὸν Φιλομήτορα Πτολεμαῖον ἐκπεριελθὼν καταλαμβάνει τὴν Αἴγυπτον, καὶ γενόμενος ἐν τοῖς περὶ Μέμφιν τόποις καὶ κατασχὼν ταύτην ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ὡς πολιορκίᾳ παραστησόμενος αὐτὴν καὶ τὸν ἐκεῖ βασιλεύοντα χειρωσόμενος Πτολεμαῖον.ἀπεκρούσθη δʼ οὐ τῆς Ἀλεξανδρείας μόνον, ἀλλὰ καὶ τῆς ὅλης Αἰγύπτου, Ῥωμαίων αὐτῷ παραγγειλάντων ἀπέχεσθαι τῆς χώρας, καθὼς ἤδη που καὶ πρότερον ἐν ἄλλοις δεδηλώκαμεν.διηγήσομαι δὲ κατὰ μέρος τὰ περὶ τοῦτον τὸν βασιλέα, ὡς τήν τε Ἰουδαίαν ἐχειρώσατο καὶ τὸν ναόν· ἐν γὰρ τῇ πρώτῃ μου πραγματείᾳ κεφαλαιωδῶς αὐτῶν ἐπιμνησθεὶς ἀναγκαῖον ἡγησάμην νῦν εἰς τὴν ἐπʼ ἀκριβὲς αὐτῶν ἐπανελθεῖν ὑφήγησιν.Ὑποστρέψας ἀπὸ τῆς Αἰγύπτου διὰ τὸ παρὰ Ῥωμαίων δέος ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἐξεστράτευσεν, καὶ γενόμενος ἐν αὐτῇ ἔτει ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ μετὰ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀμαχητὶ λαμβάνει τὴν πόλιν ἀνοιξάντων αὐτῷ τὰς πύλας ὅσοι τῆς ἐκείνου προαιρέσεως ἦσαν.ἐγκρατὴς δʼ οὕτως τῶν Ἱεροσολύμων γενόμενος πολλοὺς ἀπέκτεινεν τῶν τἀναντία φρονούντων καὶ χρήματα πολλὰ συλήσας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.Συνέβη δὲ μετὰ ἔτη δύο τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ πέμπτῳ ἔτει μηνὸς πέμπτῃ καὶ εἰκάδι, ὃς καλεῖται κατὰ μὲν ἡμᾶς Ἐξελέους, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος, ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ μετὰ πολλῆς δυνάμεως ἀναβῆναι τὸν βασιλέα εἰς Ἱεροσόλυμα καὶ προσποιησάμενον εἰρήνην ἀπάτῃ περιγενέσθαι τῆς πόλεως.ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλʼ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι.