ἡσθεὶς δʼ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθʼ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν.γενομένου δʼ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ἰώσηπον ἀηδῶς ἔφερον.Ἐνστάσης δὲ τῆς ἡμέρας, καθʼ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες. εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ἰουδαίας σὺν τῇ Σαμαρείᾳ,προσελθὼν Ἰώσηπος τοὺς μὲν ὠνουμένους διέβαλλεν ὡς συνθεμένους ὀλίγην αὐτῷ τιμὴν ὑφίστασθαι τῶν τελῶν, αὐτὸς δὲ διπλασίονα δώσειν ὑπισχνεῖτο καὶ τῶν ἁμαρτόντων εἰς τὸν οἶκον αὐτοῦ τὰς οὐσίας ἀναπέμψειν αὐτῷ· καὶ γὰρ τοῦτο τοῖς τέλεσι συνεπιπράσκετο.τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρʼ ἀστείως ἀπεκρίνατο· δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, οἷς οὐκ ἀπιστήσετε.λέγειν δὲ τούτους οἵτινες εἶεν εἰπόντος, αὐτόν, εἶπεν, ὦ βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι. γελάσας δʼ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη.τοῦτο σφόδρα τοὺς ἀπὸ τῶν πόλεων εἰς τὴν Αἴγυπτον ἐλθόντας ἐλύπησεν ὡς παρευδοκιμηθέντας. καὶ οἱ μὲν ἐπανῆκον εἰς τὰς ἰδίας ἕκαστοι πατρίδας μετʼ αἰσχύνης.Ὁ δὲ Ἰώσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν.γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα.θαυμάσας δʼ αὐτὸν ὁ Πτολεμαῖος τοῦ φρονήματος καὶ τῶν πεπραγμένων ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ τι βούλεται. ταῦτʼ ἀκούσαντες οἱ Σύροι κατεπλάγησαν καὶ παράδειγμα τῆς ἀπειθείας χαλεπὸν ἔχοντες τοὺς τῶν Ἀσκαλωνιτῶν ἄνδρας ἀνῃρημένους ἀνοίγοντες τὰς πύλας ἐδέχοντο προθύμως τὸν Ἰώσηπον καὶ τοὺς φόρους ἐτέλουν.ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ.συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο·πολλὰ γὰρ ὑπὸ χεῖρα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ δῶρα ἔπεμπεν καὶ τοῖς φίλοις αὐτῶν καὶ πᾶσιν τοῖς περὶ τὴν αὐλὴν δυνατοῖς ὠνούμενος διὰ τούτων τὴν εὔνοιαν τὴν παρʼ αὐτῶν.Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα.γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης· τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὥραν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπʼ ἀξιώματος Ἰουδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ἰουδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστʼ ἐκπλῆσαι τὴν ἐπιθυμίαν.ὁ δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν. ὁ δʼ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα.τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δʼ ἧς ἐρᾷ μετʼ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα ἢ περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ἰώσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν.ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος ὁ παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον.τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθʼ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δʼ ἐκείνους τὸν νεώτατον Ὑρκανόν,