ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ἰουδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες· ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου.τελευτήσαντος γὰρ Ἐλεαζάρου τὴν ἀρχιερωσύνην ὁ θεῖος αὐτοῦ Μανασσῆς παρέλαβεν, μεθʼ ὃν καταστρέψαντα τὸν βίον Ὀνίας τὴν τιμὴν ἐξεδέξατο Σίμωνος υἱὸς ὢν τοῦ δικαίου κληθέντος· Σίμων δʼ ἦν ἀδελφὸς Ἐλεαζάρου, καθὼς προεῖπον.οὗτος ὁ Ὀνίας βραχὺς ἦν τὴν διάνοιαν καὶ χρημάτων ἥττων καὶ διὰ τοῦτο τὸν ὑπὲρ τοῦ λαοῦ φόρον, ὃν τοῖς βασιλεῦσιν οἱ πατέρες αὐτοῦ ἐτέλουν ἐκ τῶν ἰδίων, τάλαντα εἴκοσιν ἀργυρίου μὴ δούς, εἰς ὀργὴν ἐκίνησεν τὸν βασιλέα Πτολεμαῖον τὸν Εὐεργέτην, ὃς ἦν πατὴρ τοῦ Φιλοπάτορος.καὶ πέμψας εἰς Ἱεροσόλυμα πρεσβευτὴν ᾐτιᾶτο τὸν Ὀνίαν ὡς οὐκ ἀποδιδόντα τοὺς φόρους καὶ ἠπείλει κληρουχήσειν αὐτῶν τὴν γῆν οὐκ ἀπολαβὼν καὶ πέμψειν τοὺς ἐνοικήσοντας στρατιώτας. ἀκούσαντες δὲ τὰ παρὰ τοῦ βασιλέως οἱ Ἰουδαῖοι συνεχύθησαν, τὸν δὲ Ὀνίαν τούτων ἐδυσώπει διὰ τὴν φιλοχρηματίαν οὐδέν.Ἰώσηπος δέ τις, νέος μὲν ἔτι τὴν ἡλικίαν, ἐπὶ σεμνότητι δὲ καὶ προνοίᾳ δικαιοσύνης δόξαν ἔχων παρὰ τοῖς Ἱεροσολυμίταις, Τωβίου μὲν πατρός, ἐκ δὲ τῆς Ὀνίου τοῦ ἀρχιερέως ἀδελφῆς γεγονώς, δηλωσάσης αὐτῷ τῆς μητρὸς τὴν τοῦ πρεσβευτοῦ παρουσίαν, ἔτυχεν γὰρ αὐτὸς ἀποδημῶν εἰς Φικόλαν κώμην ἐξ ἧς ὑπῆρχεν,ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ ἃ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν.εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ ἢ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων ἢ μέρους.τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν.φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν ὁ Ἰώσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλʼ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου· πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν.καὶ τὸ μὲν πλῆθος τούτων ἀκοῦσαν εὐχαριστεῖ τῷ Ἰωσήπῳ, καταβὰς δʼ αὐτὸς ἐκ τοῦ ἱεροῦ ξενίᾳ τε ὑποδέχεται τὸν παρὰ τοῦ Πτολεμαίου πεπρεσβευκότα καὶ δωρησάμενος αὐτὸν πολυτελέσι δωρεαῖς καὶ ἐπὶ πολλὰς ἑστιάσας φιλοτίμως ἡμέρας προέπεμψε πρὸς τὸν βασιλέα, φράσας αὐτῷ καὶ αὐτὸς ἀκολουθήσειν·καὶ γὰρ ἔτι μᾶλλον γεγόνει πρόθυμος πρὸς τὴν ἄφιξιν τὴν παρὰ τὸν βασιλέα τοῦ πρεσβευτοῦ προτρεψαμένου καὶ παρορμήσαντος εἰς Αἴγυπτον ἐλθεῖν καὶ πάντων ὧν ἂν δέηται παρὰ Πτολεμαίου τυχεῖν αὐτὸν ποιήσειν ὑποσχομένου· τὸ γὰρ ἐλευθέριον αὐτοῦ καὶ τὸ σεμνὸν τοῦ ἤθους λίαν ἠγάπησεν.Καὶ ὁ μὲν πρεσβευτὴς ἐλθὼν εἰς Αἴγυπτον ἀπήγγειλεν τῷ βασιλεῖ τὴν τοῦ Ὀνίου ἀγνωμοσύνην καὶ περὶ τῆς τοῦ Ἰωσήπου χρηστότητος ἐδήλου, καὶ ὅτι μέλλοι πρὸς αὐτὸν ἥξειν παραιτησόμενος τῶν ἁμαρτημάτων τὸ πλῆθος· εἶναι γὰρ αὐτοῦ προστάτην· ἀμέλει τοσαύτῃ περὶ τῶν ἐγκωμίων τῶν περὶ τοῦ νεανίσκου διετέλεσε χρώμενος περιουσίᾳ, ὥστε καὶ τὸν βασιλέα καὶ τὴν γυναῖκα αὐτοῦ Κλεοπάτραν προδιέθηκεν οἰκείως ἔχειν πρὸς τὸν Ἰώσηπον οὔπω παρόντα.ὁ δὲ Ἰώσηπος διαπέμψας πρὸς τοὺς φίλους εἰς Σαμάρειαν καὶ δανεισάμενος ἀργύριον καὶ τὰ πρὸς τὴν ἀποδημίαν ἑτοιμασάμενος ἐσθῆτάς τε καὶ ἐκπώματα καὶ ὑποζύγια, καὶ ταῦθʼ ὡς περὶ δισμυρίας δραχμὰς παρασκευασάμενος εἰς Ἀλεξάνδρειαν παρεγένετο.ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πάντας ἀναβαίνειν τοὺς ἀπὸ τῶν πόλεων τῶν τῆς Συρίας καὶ Φοινίκης πρώτους καὶ τοὺς ἄρχοντας ἐπὶ τὴν τῶν τελῶν ὠνήν· κατʼ ἔτος δὲ αὐτὰ τοῖς δυνατοῖς τῶν ἐν ἑκάστῃ πόλει ἐπίπρασκεν ὁ βασιλεύς.ὁρῶντες οὖν οὗτοι κατὰ τὴν ὁδὸν τὸν Ἰώσηπον ἐχλεύαζον ἐπὶ πενίᾳ καὶ λιτότητι. ὡς δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀφικόμενος ἐν Μέμφει τὸν Πτολεμαῖον ἤκουσεν ὄντα, ὑπαντησάμενος συνέβαλεν αὐτῷ.καθεζομένου δὲ τοῦ βασιλέως ἐπʼ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δʼ ἦν ὁ πρεσβεύσας εἰς Ἱεροσόλυμα καὶ παρὰ Ἰωσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν ὁ Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ἱεροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἴη καὶ φιλότιμος νεανίσκος.ὁ δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν. ὁ δέ συγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας· οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δʼ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα, ὥστε μηδὲν αἰτιᾶσθαι.