Ἔτυχον δὲ καὶ τῆς παρὰ τῶν βασιλέων τῆς Ἀσίας τιμῆς, ἐπειδὴ συνεστράτευσαν αὐτοῖς· καὶ γὰρ Σέλευκος ὁ Νικάτωρ ἐν αἷς ἔκτισεν πόλεσιν ἐν τῇ Ἀσίᾳ καὶ τῇ κάτω Συρίᾳ καὶ ἐν αὐτῇ τῇ μητροπόλει Ἀντιοχείᾳ πολιτείας αὐτοὺς ἠξίωσεν καὶ τοῖς ἐνοικισθεῖσιν ἰσοτίμους ἀπέφηνεν Μακεδόσιν καὶ Ἕλλησιν, ὡς τὴν πολιτείαν ταύτην ἔτι καὶ νῦν διαμένειν·τεκμήριον δὲ τοῦτο· τοὺς Ἰουδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. ὃ τοῦ δήμου τῶν Ἀντιοχέων ἐν τῷ νῦν πολέμῳ λῦσαι προαιρουμένου Μουκιανὸς ἡγεμὼν ὢν τότε τῆς Συρίας ἐτήρησεν,καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον.ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν,οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν,ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων.Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος ὁ Σελεύκου υἱωνὸς ὁ παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος,μόνοι μετέλθωσιν, ἀξιούντων δʼ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ· ὁ γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι.τὸ δʼ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην. περὶ μὲν οὖν τῶν ὑπʼ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν· οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος·Οὐεσπασιανοῦ δʼ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων. ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτʼ ἐξέβην.Τοὺς γὰρ Ἰουδαίους ἐπʼ Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης καὶ τοὺς τὴν κοίλην Συρίαν νεμομένους.πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλοπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος ταὐτὰ πάσχειν, ὥστʼ οὐδὲν ἀπέλειπον χειμαζομένης νεὼς καὶ πονουμένης ὑπὸ τοῦ κλύδωνος ἑκατέρωθεν μεταξὺ τῆς εὐπραγίας τῆς Ἀντιόχου καὶ τῆς ἐπὶ θάτερον αὐτοῦ τροπῆς τῶν πραγμάτων κείμενοι.νικήσας μέντοι τὸν Πτολεμαῖον ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος ὁ παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν καὶ στρατηγὸν Σκόπαν ἐπὶ τοὺς ἐν τῇ κοίλῃ Συρίᾳ, ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβεν καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῷ προσέθετο.μετʼ οὐ πολὺ δὲ τὸν Σκόπαν Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν.ὕστερον δʼ Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ Συρίᾳ πόλεις, ἃς ὁ Σκόπας κατεσχήκει, καὶ τὴν Σαμάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο οἱ Ἰουδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατιᾷ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ Σκόπα καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν.ὁ οὖν Ἀντίοχος δίκαιον ἡγησάμενος τὴν τῶν Ἰουδαίων πρὸς αὐτὸν σπουδὴν καὶ φιλοτιμίαν ἀμείψασθαι γράφει τοῖς τε στρατηγοῖς αὐτοῦ καὶ τοῖς φίλοις μαρτυρῶν τοῖς Ἰουδαίοις ὑπὲρ ὧν εὖ πάθοι πρὸς αὐτῶν καὶ τὰς δωρεὰς ἃς ὑπὲρ τούτων διέγνω παρασχεῖν αὐτοῖς ἐμφανίζων.παραθήσομαι δὲ τὰς ἐπιστολὰς τὰς τοῖς στρατηγοῖς περὶ αὐτῶν γραφείσας προδιελθών, ὡς μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος. λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ,ὡς τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος, μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες, ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.