γεγενῆσθαι δʼ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν ὁ βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν· ὠφελῆσθαι γὰρ παρʼ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν· κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν.διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς ὁ Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι.ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον. οἱ δʼ ὡς ἔνι μάλιστα φιλοτίμως καὶ φιλοπόνως ἀκριβῆ τὴν ἑρμηνείαν ποιούμενοι μέχρι μὲν ὥρας ἐνάτης πρὸς τούτῳ διετέλουν ὄντες,ἔπειτʼ ἐπὶ τὴν τοῦ σώματος ἀπηλλάττοντο θεραπείαν ἀφθόνως αὐτοῖς τῶν πρὸς τὴν δίαιταν χορηγουμένων καὶ προσέτι τοῦ Δωροθέου πολλὰ καὶ τῶν παρασκευαζομένων τῷ βασιλεῖ, προσέταξε γάρ, αὐτοῖς παρέχοντος.πρωῒ δὲ πρὸς τὴν αὐλὴν παραγινόμενοι καὶ τὸν Πτολεμαῖον ἀσπαζόμενοι πάλιν ἐπὶ τὸν αὐτὸν ἀπῄεσαν τόπον καὶ τῇ θαλάσσῃ τὰς χεῖρας ἀπονιπτόμενοι καὶ καθαίροντες αὑτοὺς οὕτως ἐπὶ τὴν τῶν νόμων ἑρμηνείαν ἐτρέποντο.Μεταγραφέντος δὲ τοῦ νόμου καὶ τοῦ κατὰ τὴν ἑρμηνείαν ἔργου τέλος ἐν ἡμέραις ἑβδομήκοντα καὶ δυσὶν λαβόντος, συναγαγὼν ὁ Δημήτριος τοὺς Ἰουδαίους ἅπαντας εἰς τὸν τόπον, ἔνθα καὶ μετεβλήθησαν οἱ νόμοι, παρόντων καὶ τῶν ἑρμηνέων ἀνέγνω τούτους.τὸ δὲ πλῆθος ἀπεδέξατο μὲν καὶ τοὺς διασαφήσαντας πρεσβυτέρους τὸν νόμον, ἐπῄνεσεν δὲ καὶ τὸν Δημήτριον τῆς ἐπινοίας ὡς μεγάλων ἀγαθῶν αὐτοῖς εὑρετὴν γεγενημένον, παρεκάλεσάν τε δοῦναι καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀναγνῶναι τὸν νόμον, ἠξίωσάν τε πάντες ὅ τε ἱερεὺς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τοῦ πολιτεύματος οἱ προεστηκότες, ἐπεὶ καλῶς τὰ τῆς ἑρμηνείας ἀπήρτισται, καὶ διαμεῖναι ταῦθʼ, ὡς ἔχοι, καὶ μὴ μετακινεῖν αὐτά.ἁπάντων δʼ ἐπαινεσάντων τὴν γνώμην ἐκέλευσαν, εἴ τις ἢ περισσόν τι προσγεγραμμένον ὁρᾷ τῷ νόμῳ ἢ λεῖπον, πάλιν ἐπισκοποῦντα τοῦτο καὶ ποιοῦντα φανερὸν διορθοῦν, σωφρόνως τοῦτο πράττοντες, ἵνα τὸ κριθὲν ἅπαξ ἔχειν καλῶς εἰς ἀεὶ διαμένῃ.Ἐχάρη μὲν οὖν ὁ βασιλεὺς καὶ ἐπὶ τούτῳ τὴν αὐτοῦ προαίρεσιν εἴς τι χρήσιμον ὁρῶν τετελειωμένην, μάλιστα ὡς δὲ τῶν νόμων ἀναγνωσθέντων αὐτῷ καὶ τὴν διάνοιαν καὶ τὴν σοφίαν ἐξεπλάγη τοῦ νομοθέτου καὶ πρὸς τὸν Δημήτριον ἤρξατο ποιεῖσθαι λόγους, πῶς οὕτως θαυμαστῆς οὔσης τῆς νομοθεσίας οὐδεὶς οὔτε τῶν ἱστορικῶν αὐτῆς οὔτε τῶν ποιητῶν ἐπεμνήσθη.ὁ δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ,δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν ἢ τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῷ γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν· οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτʼ αὐτῷ συμβαίη περιεργαζομένῳ τὰ θεῖα καὶ ταῦτʼ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι·καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν. ἐδήλου δὲ καὶ περὶ Θεοδέκτου τοῦ τῶν τραγῳδιῶν ποιητοῦ ἀναφέρεσθαι, ὅτι βουληθεὶς ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βύβλῳ γεγραμμένων μνησθῆναι τὰς ὄψεις γλαυκωθείη καὶ συνιδὼν τὴν αἰτίαν ἀπαλλαγείη τοῦ πάθους ἐξευμενισάμενος τὸν θεόν.Παραλαβὼν δʼ ὁ βασιλεὺς ταῦτα παρὰ τοῦ Δημητρίου, καθὼς προείρηται, προσκυνήσας αὐτοῖς ἐκέλευσε πολλὴν ποιεῖσθαι τῶν βιβλίων τὴν ἐπιμέλειαν, ἵνα διαμείνῃ ταῦτα καθαρῶς, τούς τε ἑρμηνεύσαντας παρεκάλεσεν συνεχῶς πρὸς αὐτὸν ἐκ τῆς Ἰουδαίας παραγίγνεσθαι·τοῦτο γὰρ αὐτοῖς καὶ πρὸς τιμὴν τὴν παρʼ αὐτοῦ καὶ πρὸς τὰς ἀπὸ τῶν δώρων ὠφελείας λυσιτελήσειν· νῦν μὲν γὰρ εἶναι δίκαιον αὐτοὺς ἐκπέμπειν ἔλεγεν, ἑκουσίως δὲ πρὸς αὐτὸν ἐλθόντας τεύξεσθαι πάντων, ὧν ἥ τε αὐτῶν ἐστιν σοφία δικαία τυχεῖν καὶ ἡ ἐκείνου μεγαλοφροσύνη παρασχεῖν ἱκανή.τότε μὲν οὖν ἐξέπεμψεν αὐτοὺς δοὺς ἑκάστῳ στολὰς ἀρίστας τρεῖς καὶ χρυσοῦ τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τὴν τοῦ συμποσίου στρωμνήν.καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο. τῷ δʼ ἀρχιερεῖ Ἐλεαζάρῳ διʼ αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο.παρεκάλεσεν δʼ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι. καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ἰουδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι.