ἐγκαταλείπομεν δὲ καὶ πατέρας καὶ μητέρας καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετʼ αὐτῶν καρτεροῦμεν. οὕτως δʼ ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε·οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν;καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δʼ αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.Εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγειν ἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δʼ ὅμως καὶ αὗται καὶ ὁ βασιλεὺς τῆς ἀληθείας ὑπάρχουσιν. εἰ γάρ ἐστιν ἡ γῆ μεγίστη καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς ὁ ἥλιος, ταῦτα δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς αὐτὴν τὸ ἄδικον δυνάμενον.ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἡ ἀλήθεια χρῆμα καὶ ἀίδιον. παρέχει δʼ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὐδὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπʼ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.Καταπαύει μὲν ὁ Ζοροβάβηλος τὸν περὶ τῆς ἀληθείας λόγον, ἐπιβοήσαντος δὲ τοῦ πλήθους ὡς ἄριστα εἰπόντος, καὶ ὅτι τὸ ἀληθὲς ἰσχὺν ἄτρεπτον καὶ ἀγήρω μόνον ἔχοι, προσέταξεν αὐτὸν ὁ βασιλεὺς αἰτήσασθαί τι πάρεξ ὧν αὐτὸς ἦν ὑπεσχημένος· δώσειν γὰρ ὄντι σοφῷ καὶ τῶν ἄλλων μᾶλλον φανέντι συνετῷ· συγκαθεσθήσῃ δέ μοι, φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός.ταῦτʼ εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν· αὕτη δʼ ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα, κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. καὶ τοῦτʼ , ἔφη, τοὐμὸν αἴτημά ἐστιν, ὅ μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ.Ἡσθεὶς ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναστὰς κατεφίλησέν τε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ.ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ πάντας ἔγραψεν ἐλευθέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων ἀπελθόντας.καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέ τε πᾶσαν ἣν ἂν κατασχεῖν δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. προσέταξε δὲ καὶ τοὺς Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοίλης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ δοθῆναι.θύειν τε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν ἅπασαν καὶ τὴν ἱερὰν στολήν, ᾗ θεραπεύουσι τὸν θεὸν ὅ τε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευίταις τὰ ὄργανα,οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως, ταῦτα καὶ Δαρεῖος διετάξατο.Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπʼ αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν· οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ, φησί, δέσποτα, τυχὼν εὐμενοῦς. ταῦτʼ οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως.οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφʼ ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες.ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς.Καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν.