ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρʼ αὐτοὺς ἕκαστοι, Δαρεῖος ὁ βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων,καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, καὶ μετʼ αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου , ἔφη, κληθήσεται.ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ ὁ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες ἢ τούτων μᾶλλον ἡ ἀλήθεια. ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν.ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν ᾧ χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων.Καὶ ὁ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου δύναμιν οὕτως αὐτὴν ἐμφανίζων· ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ·σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, ἥ τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου·μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλουσιωτάτους, ὡς μηδὲν μικρὸν φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων ὀνομάτων.ἔτι γε μὴν στρατηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων καὶ συνήθων ἐξαιρεῖ μνήμην· ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους.καὶ ὅταν νήψαντες τύχωσιν καὶ καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς ὁ οἶνος κοιμωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν παρὰ τὴν μέθην εἰδότες. τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον.Ὡς δὲ ὁ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, ὁ μετʼ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν ἢ σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν·πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς ἃ θέλουσιν, τούτων δʼ ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν· οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν.ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κινδύνους τοῖς ἀρχομένοις ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπʼ ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν ἔχουσιν, καὶ ὄρη μὲν κατεργάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν, καὶ κτείνεσθαι δʼ οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέλειαν τὴν ἐκ τοῦ πολέμου τῷ βασιλεῖ κομίζουσιν.καὶ οἱ μὴ στρατευόμενοι δὲ ἀλλὰ γῆν ἐργαζόμενοι καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν.ὃ δʼ ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλομένων γίνεται. ἔτι ὁ μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλάμενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ γρηγορούντων καὶ ὡσανεὶ δεδεμένων ὑπὸ φόβου·καταλιπεῖν γὰρ οὐδὲ εἷς τολμᾷ κοιμώμενον οὐδὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλʼ ἓν ἔργον ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσμένει. πῶς οὖν οὐκ ἂν ὁ βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερβάλλειν, ᾧ τοσοῦτο πλῆθος πείθεται κελεύοντι;Σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν γυναικῶν καὶ τῆς ἀληθείας ὁ τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕτως· ἰσχυρὸς μὲν καὶ ὁ οἶνος καὶ ὁ βασιλεύς, ᾧ πάντες ὑπακούουσιν, ἀλλὰ κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες·τόν τε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δʼ οὐδέν ἐστιν, ὃ μὴ παρʼ αὐτῶν ἔχομεν· καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατʼ οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται.καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν.