ταύτην γὰρ αὐτοῖς ὁ θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστι δʼ ἀγαθὴ τοῖς εὐνοοῦσιν ἡμῖν ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως.εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθʼ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. ὁ δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ.χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι.καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν.οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· ὁ γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν.τοῦ δὲ γράμματος τοῦ βασιλικοῦ διὰ πάσης τῆς ὑπʼ αὐτὸν χώρας γενομένου συνέπεσεν ὥστε καὶ τοὺς ἐν Σούσοις Ἰουδαίους ἀποκτεῖναι τῶν ἐχθρῶν περὶ πεντακοσίους.τοῦ δὲ βασιλέως τῶν ἀπολωλότων δηλώσαντος τὸν ἀριθμὸν Ἐσθήρᾳ καὶ περὶ τῶν ἐπὶ τῆς χώρας τί ποτʼ εἴη γεγονὸς διαποροῦντος καὶ τί πρὸς τούτοις ἔτʼ αὐτοῦ γενέσθαι βούλεται πυνθανομένου, πραχθήσεσθαι γάρ, παρεκάλεσεν ἐπιτραπῆναι τοῖς Ἰουδαίοις καὶ τὴν ἐπιοῦσαν ἡμέραν οὕτως χρήσασθαι τοῖς ὑπολειπομένοις τῶν ἐχθρῶν καὶ τοὺς δέκα τοὺς Ἀμάνου παῖδας ἀνασταυρῶσαι.καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις ὁ βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος· οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων.ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν.ὁμοίως δὲ καὶ οἱ ἐν Σούσοις Ἰουδαῖοι τὴν τετράδα καὶ δεκάτην καὶ τὴν ἐχομένην τοῦ αὐτοῦ μηνὸς συναθροισθέντες εὐωχήθησαν. ὅθεν καὶ νῦν οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις.ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ ζῶσιν Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν χρόνον τὴν ἑορτὴν ἕνεκα καὶ μὴ λήθῃ παραπολέσθαι·μελλήσαντας γὰρ αὐτοὺς ἐν ταύταις διαφθείρεσθαι ταῖς ἡμέραις ὑπὸ Ἀμάνου δίκαια ποιήσειν, εἰ διαφυγόντες μὲν ἐν αὐταῖς τὸν κίνδυνον τοὺς δʼ ἐχθροὺς τιμωρησάμενοι παρατηρήσουσιν αὐτὰς εὐχαριστοῦντες τῷ θεῷ.διὰ ταῦτα μὲν οἱ Ἰουδαῖοι τὰς προειρημένας ἡμέρας ἑορτάζουσιν προσαγορεύσαντες αὐτὰς φρουρέας. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ λαμπρὸς παρὰ τῷ βασιλεῖ καὶ συνδιεῖπεν αὐτῷ τὴν ἀρχὴν ἀπολαύων ἅμα καὶ τῆς κοινωνίας τοῦ βίου τῇ βασιλίσσῃ.ἦν δὲ καὶ τοῖς Ἰουδαίοις τὰ πράγματα διʼ αὐτοὺς ἀμείνω πάσης ἐλπίδος. καὶ τὰ μὲν τούτοις βασιλεύοντος Ἀρταξέρξου συμβάντα τοῦτον εἶχεν τὸν τρόπον.Ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας ὁ παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, διʼ ὃν καὶ Βαγώσης ὁ στρατηγὸς τοῦ ἄλλου Ἀρταξέρξου τὸν ναὸν ἐμίανεν καὶ φόρους ἐπέταξε τοῖς Ἰουδαίοις, πρὶν τὰς καθημερινὰς ἐπιφέρειν θυσίας ὑπὲρ ἀρνὸς ἑκάστου τελεῖν αὐτοὺς δημοσίᾳ δραχμὰς πεντήκοντα.τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι· ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς· τούτῳ φίλῳ τυγχάνοντι ὁ Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν.ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστʼ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατʼ ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρʼ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι.τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ ὁ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ὁ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ ὁ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.