Ἀμάνου δὲ πρὸς τοῦτο καταπλαγέντος καὶ μηδὲν ἔτι φθέγξασθαι δυνηθέντος, καὶ Σαβουζάνης ὁ εὐνοῦχος παρελθὼν κατηγόρει τοῦ Ἀμάνου, ὡς εὕροι σταυρὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ παρεσκευασμένον ἐπὶ Μαρδοχαῖον τοῦτο γὰρ αὐτῷ πυνθανομένῳ τὸν οἰκέτην εἰπεῖν, ὅτε καλέσων αὐτὸν ἐπὶ τὸ δεῖπνον ἔλθοι πρὸς αὐτόν. εἶναι δὲ τὸν σταυρὸν ἔλεγεν ἑξήκοντα πήχεων τὸ ὕψος.ὁ δὲ βασιλεὺς ἀκούσας οὐκ ἄλλῃ τιμωρίᾳ περιβάλλειν ἔκρινεν τὸν Ἀμάνην ἢ τῇ κατὰ Μαρδοχαίου νενοημένῃ, καὶ κελεύει παραχρῆμα αὐτὸν ἐξ ἐκείνου τοῦ σταυροῦ κρεμασθέντα ἀποθανεῖν.ὅθεν ἐπέρχεταί μοι τὸ θεῖον θαυμάζειν καὶ τὴν σοφίαν αὐτοῦ καὶ δικαιοσύνην καταμανθάνειν, μὴ μόνον τὴν Ἀμάνου κολάσαντος πονηρίαν, ἀλλὰ καὶ τὴν κατʼ ἄλλου μεμηχανημένην τιμωρίαν ταύτην ἐκείνου ποιήσαντος εἶναι καὶ τοῖς ἄλλοις μαθεῖν οὕτως γνῶναι παρεσχηκότος, ὡς ἃ καθʼ ἑτέρου τις παρεσκεύασε ταῦτα λανθάνει καθʼ ἑαυτοῦ πρῶτον ἑτοιμασάμενος.Ἀμάνης μὲν οὖν ἀμετρήτως τῇ παρὰ τοῦ βασιλέως χρώμενος τιμῇ τοῦτον διεφθάρη τὸν τρόπον, τὴν δὲ οὐσίαν αὐτοῦ ἐχαρίσατο τῇ βασιλίσσῃ. Μαρδοχαῖον δὲ προσκαλεσάμενος, καὶ γὰρ ἐδήλωσεν αὐτῷ τὴν πρὸς αὐτὸν συγγένειαν Ἐσθήρα, ὃν ἔδωκεν Ἀμάνῃ δακτύλιον τοῦτον Μαρδοχαίῳ δίδωσι.δωρεῖται δὲ καὶ ἡ βασίλισσα Μαρδοχαίῳ τὴν Ἀμάνου κτῆσιν καὶ δεῖται τοῦ βασιλέως ἀπαλλάξαι τοῦ περὶ τῆς ζωῆς φόβου τὸ τῶν Ἰουδαίων ἔθνος, δηλοῦσα τὰ γραφέντα κατὰ πᾶσαν τὴν χώραν ὑπὸ Ἀμάνου τοῦ Ἀμαδάθου· τῆς γὰρ πατρίδος αὐτῇ διαφθαρείσης καὶ τῶν ὁμοφύλων ἀπολομένων οὐκ ἂν ὑπομένειν τὸν βίον.ὁ δὲ βασιλεὺς ὑπέσχετο μηδὲν ἄχαρι αὐτὴν μηδʼ οἷς ἐσπούδακεν ἐναντίον ἔσεσθαι, γράφειν δὲ ἃ βούλεται προσέταξε περὶ τῶν Ἰουδαίων ἐκείνην ἐκ τοῦ βασιλέως ὀνόματος καὶ σημηναμένην αὐτοῦ τῇ σφραγῖδι πέμπειν εἰς πᾶσαν τὴν βασιλείαν· τοὺς γὰρ ἀναγνωσομένους τὰς ὑπὸ τοῦ βασιλικοῦ σημαντῆρος ἠσφαλισμένας ἐπιστολὰς οὐδὲν περὶ τῶν ἐγγεγραμμένων ἐναντιώσεσθαι.μεταπεμφθέντας οὖν τοὺς βασιλικοὺς γραμματεῖς ἐκέλευσε γράφειν τοῖς ἔθνεσι περὶ τῶν Ἰουδαίων τοῖς τε οἰκονόμοις καὶ ἄρχουσιν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν ἡγουμένοις. τὰ δὲ γραφέντα τοῦτον ἔχει τὸν τρόπον·βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἄρχουσι καὶ τὰ ἡμέτερα φρονοῦσι χαίρειν. πολλοὶ διὰ μέγεθος εὐεργεσίας καὶ τιμῆς, ἣν διʼ ὑπερβολὴν χρηστότητος τῶν παρεχόντων ἐκαρποῦντο, οὐκ εἰς τοὺς ὑποδεεστέρους μόνον ἐξυβρίζουσιν,ἀλλʼ οὐδʼ αὐτοὺς ἀδικεῖν ὤκνησαν τοὺς εὐεργετοῦντας τὸ εὐχάριστον ἐξ ἀνθρώπων ἀναιροῦντες, καὶ διʼ ἀπειροκαλίαν τῶν οὐκ ἐξ ὧν προσεδόκησαν ἀγαθῶν κόρον εἰς τοὺς αἰτίους ἀφέντες λήσεσθαι τὸ θεῖον ἐπὶ τούτοις νομίζουσι καὶ τὴν ἐξ αὐτοῦ διαφεύξεσθαι δίκην.ἔνιοι δὲ ἐκ τούτων προστασίαν πραγμάτων ἐπιτραπέντες παρὰ τῶν φίλων καὶ μῖσος ἴδιον ἔχοντες πρός τινας, παραλογισάμενοι τοὺς κρατοῦντας ψευδέσιν αἰτίαις καὶ διαβολαῖς ἔπεισαν κατὰ μηδὲν ἀδικούντων ὀργὴν ἀναλαβεῖν, ὑφʼ ἧς ἐκινδύνευσαν ἀπολέσθαι.τοῦτο δὲ οὐκ ἐκ τῶν ἀρχαιοτέρων οὐδʼ ἀκοῇ γνωρίμων ἡμῖν οὕτως ἰδεῖν ἔστιν ἔχον, ἀλλʼ ἐκ τῶν παρὰ τὰς ἡμετέρας ὄψεις τετολμημένων, ὡς διαβολαῖς μὲν καὶ κατηγορίαις μὴ προσέχειν ἔτι τοῦ λοιποῦ μηδʼ οἷς ἕτεροι πείθειν ἐπιχειροῦσιν, κρίνειν δʼ ὅσα τις αὐτὸς οἶδεν πεπραγμένα, καὶ κολάζειν μὲν ἂν ᾖ τοιαῦτα, χαρίζεσθαι δʼ ἂν ἑτέρως ἔχῃ, τοῖς ἔργοις αὐτοῖς ἀλλὰ μὴ τοῖς λέγουσι προστιθέμενον.ὡς μὲν Ἀμάνης, Ἀμαδάθου μὲν παῖς Ἀμαληκίτης δὲ τὸ γένος, ἀλλότριος ὢν τοῦ Περσῶν αἵματος, ἐπιξενωθεὶς ἡμῖν ἀπέλαυσεν τῆς πρὸς ἅπαντας χρηστότητος ἐπὶ τοσοῦτον, ὡς πατέρα μου τὸ λοιπὸν προσαγορεύεσθαι καὶ προσκυνούμενον διατελεῖν καὶ μεθʼ ἡμᾶς τὰ δεύτερα τῆς βασιλικῆς παρὰ πάντων τιμῆς ἀποφέρεσθαι, τὴν εὐτυχίαν οὐκ ἤνεγκεν οὐδὲ σώφρονι λογισμῷ τὸ μέγεθος τῶν ἀγαθῶν ἐταμίευσεν,ἀλλὰ τῆς βασιλείας ἐπεβούλευσέ με καὶ τῆς ψυχῆς τὸν αἴτιον αὐτῷ τῆς ἐξουσίας ἀφελέσθαι, τὸν εὐεργέτην μου καὶ σωτῆρα Μαρδοχαῖον καὶ τὴν κοινωνὸν ἡμῖν τοῦ τε βίου καὶ τῆς ἀρχῆς Ἐσθῆρα κακούργως καὶ μετὰ ἀπάτης πρὸς ἀπώλειαν αἰτησάμενος· τούτῳ γάρ με τῷ τρόπῳ τῶν εὐνοούντων ἐρημώσας ἐβούλετο τὴν ἀρχὴν εἰς ἄλλους μεταβαλεῖν.ἐγὼ δὲ τοὺς ὑπὸ τοῦ ἀλιτηρίου πρὸς ἀπώλειαν ἐκδοθέντας Ἰουδαίους οὐ πονηροὺς κατανοήσας, ἀλλὰ τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τῷ θεῷ προσανέχοντας, ὃς ἐμοί τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν διεφύλαξεν, οὐ μόνον ἀπολύω τῆς ἐκ τῶν προαπεσταλμένων τιμωρίας, οἷς ποιήσετε καλῶς μὴ προσέχοντες,ἀλλὰ καὶ τιμῆς αὐτοὺς ἁπάσης τυγχάνειν βούλομαι, καὶ τὸν ταῦτα κατʼ αὐτῶν μηχανησάμενον πρὸ τῶν πυλῶν τῶν ἐν Σούσοις ἀνεσταύρωσα μετὰ τῆς γενεᾶς, τοῦ πάντα ἐφορῶντος θεοῦ ταύτην αὐτῷ τὴν δίκην ἐπιβαλόντος.κελεύω δὲ ὑμᾶς τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετʼ εἰρήνης καὶ βοηθεῖν αὐτοῖς, ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ·