ὁ δʼ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλʼ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν.κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις διʼ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος.φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν ὁ βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὁ δʼ ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς ἡ τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο.μαθὼν δʼ, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέν τε ὥστε Ἀμάνην εὑρεθῆναι· θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ.τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέ φίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπʼ ἐμοῦ σφόδρα τῆς ἐμαυτοῦ μεγαλοφροσύνης ἀξίως.ὁ δὲ Ἀμάνης λογισάμενος, ἣν ἂν δῷ γνώμην ταύτην δώσειν ὑπὲρ αὐτοῦ, φιλεῖσθαι γὰρ ἑαυτὸν ὑπὸ τοῦ βασιλέως μόνον, ἣν ᾤετο ἀρίστην εἶναι ταύτην φανερὰν ἐποίησεν.εἶπεν γάρ εἰ βούλοιο τὸν ἄνθρωπον ὃν φῂς ἀγαπᾶν δόξῃ περιβαλεῖν, ποίησον ἐφʼ ἵππου βαδίζειν τὴν αὐτὴν ἐσθῆτά σοι φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα καὶ προάγοντα τῶν ἀναγκαίων φίλων ἕνα κηρύσσειν διʼ ὅλης τῆς πόλεως, ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν ὁ βασιλεὺς τιμήσῃ.ὁ μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. ὁ δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσει προελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρʼ ἡμῶν ἔσται σώσαντί μου τὴν ψυχήν.τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν.ὁ δὲ οὐκ εἰδὼς τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων ὦ κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς; πεισθεὶς δʼ, ὡς ὁ βασιλεὺς αὐτῷ γέρας τοῦτʼ εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν ὁ βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον,καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτʼ ἔσται παρὰ τοῦ βασιλέως ᾧ ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ.ἐπεὶ δʼ ἐκπεριῆλθον τὴν πόλιν, ὁ μὲν Μαρδοχαῖος εἰσῄει πρὸς τὸν βασιλέα, Ἀμάνης δʼ ὑπʼ αἰσχύνης πρὸς αὑτὸν παραγίνεται καὶ μετὰ δακρύων τῇ γυναικὶ καὶ τοῖς. φίλοις τὰ συμβεβηκότα διηγεῖτο. οἱ δʼ οὐκέτʼ ἀμύνασθαι τὸν Μαρδοχαῖον ἔλεγον δυνήσεσθαι· τὸν γὰρ θεὸν εἶναι σὺν αὐτῷ.Ταῦτα δὲ τούτων ἔτι πρὸς ἀλλήλους ὁμιλούντων ἧκον οἱ τῆς Ἐσθήρας εὐνοῦχοι τὸν Ἀμάνην ἐπὶ τὸ δεῖπνον ἐπισπεύδοντες.Σαβουχάδας δὲ τῶν εὐνούχων εἷς ἰδὼν τὸν σταυρὸν ἐν τῇ Ἀμάνου οἰκίᾳ πεπηγότα, ὃν ἐπὶ Μαρδοχαῖον παρεσκευάκεισαν, καὶ πυθόμενος παρά τινος τῶν οἰκετῶν, ἐπὶ τίνα τοῦτον ἦσαν ἑτοιμασάμενοι, γνούς, ὡς ἐπὶ τὸν τῆς βασιλίσσης θεῖον, τὸν γὰρ Ἀμάνην μέλλειν αὐτὸν αἰτεῖσθαι παρὰ τοῦ βασιλέως πρὸς τιμωρίαν, τότε μὲν ἡσυχίαν ἦγεν.ὡς δὲ ὁ βασιλεὺς μετὰ τοῦ Ἀμάνου εὐωχηθεὶς ἠξίου τὴν βασίλισσαν λέγειν αὐτῷ, τίνος βούλεται δωρεᾶς τυχεῖν, ὡς ληψομένην οὗπερ ἂν ἐπιθυμίαν ἔχῃ, τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο καὶ πρὸς ἀπώλειαν ἔλεγεν μετὰ τοῦ ἔθνους ἐκδεδόσθαι, διὸ καὶ ποιεῖσθαι περὶ τούτων τοὺς λόγους·οὐ γὰρ ἂν ἠνωχληκέναι αὐτῷ, εἰ πρὸς δουλείαν πικρὰν ἐκέλευσεν αὐτοὺς ἀπεμποληθῆναι· μέτριον γὰρ τοῦτο τὸ κακόν· παρεκάλει τε τούτων ἀπαλλαγῆναι.ἐρωτήσαντος δὲ τοῦ βασιλέως, ὑπὸ τίνος εἴη ταῦτα γεγενημένα, κατηγόρει τὸ λοιπὸν ἤδη φανερῶς τοῦ Ἀμάνου καὶ τοῦτον ὄντα πονηρὸν ἐπʼ αὐτοὺς κατεσκευακέναι τὴν ἐπιβουλὴν ἤλεγχεν.ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἀναπηδήσαντος εἰς τοὺς κήπους ἐκ τοῦ συμποσίου, τῆς Ἐσθήρας ὁ Ἀμάνης ἤρξατο δεῖσθαι καὶ παρακαλεῖν συγγνῶναι τῶν ἡμαρτημένων· συνῆκε γὰρ αὐτὸς ἐν κακοῖς ὤν· ἐπί τε τῆς κλίνης αὐτοῦ πεσόντος καὶ τὴν βασίλισσαν παρακαλοῦντος ἐπεισελθὼν ὁ βασιλεὺς καὶ πρὸς τὴν ὄψιν μᾶλλον παροξυνθεὶς εἶπεν, ὦ κάκιστε πάντων, καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;