τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτʼ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ.ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν ἡ βασιλεία.Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος ὁ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς ὅ τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον·βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλʼ ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο.τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι,κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μηδʼ ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων.καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσι.τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο· ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. ὁ μὲν οὖν βασιλεὺς καὶ ὁ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δʼ ἦν ἡ πόλις.Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη· οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα.τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίησαν οἱ ἐν ταῖς πόλεσιν Ἰουδαῖοι, ἐν αἷς τὰ περὶ τούτων προετέθη γράμματα, θρηνοῦντες καὶ τὰς κατηγγελμένας αὐτοῖς συμφορὰς ὀδυρόμενοι. ὡς δʼ ἀπήγγειλάν τινες τῇ βασιλίσσῃ τὸν Μαρδοχαῖον ἐν οὕτως οἰκτρῷ σχήματι πρὸ τῆς αὐλῆς ἑστῶτα, ταραχθεῖσα πρὸς τὴν ἀκοὴν ἐξέπεμπεν τοὺς μεταμφιάσοντας αὐτόν.οὐ πεισθέντος δὲ ἀποδύσασθαι τὸν σάκκον, οὐ γὰρ ἐφʼ ᾧ τοῦτον ἀναγκασθείη λαβεῖν δεινῷ πεπαῦσθαι τοῦτο, προσκαλεσαμένη τὸν εὐνοῦχον Ἀχράθεον, καὶ γὰρ ἔτυχεν αὐτῇ παρών, ἀπέστειλεν Μαρδοχαίῳ γνωσόμενον, τίνος συμβεβηκότος αὐτῷ σκυθρωποῦ πενθεῖ καὶ τὸ σχῆμα τοῦτο περικείμενος οὐδʼ αὐτῆς παρακαλούσης ἀπέθετο.ὁ δὲ Μαρδοχαῖος ἐπέδειξε τῷ εὐνούχῳ τὴν αἰτίαν τό τε γράμμα τὸ κατὰ τῶν Ἰουδαίων εἰς ἅπασαν τὴν ὑπὸ τῷ βασιλεῖ χώραν διαπεμφθὲν καὶ τὴν τῶν χρημάτων ὑπόσχεσιν, ᾗ τὴν ἀπώλειαν τοῦ ἔθνους ᾐτεῖτο παρὰ τοῦ βασιλέως Ἀμάνης.δοὺς δὲ αὐτῷ καὶ τὸ ἀντίγραφον τῶν ἐν Σούσοις προτεθέντων κομίσαι τῇ Ἐσθῆρι καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως ἐνετέλλετο καὶ σωτηρίας ἕνεκεν τοῦ ἔθνους μὴ ἀδοξῆσαι λαβεῖν σχῆμα ταπεινόν, ᾧ παραιτήσεται τοὺς Ἰουδαίους κινδυνεύοντας ἀπολέσθαι· τὸν γὰρ τὴν δευτέραν ἔχοντα τῷ βασιλεῖ τιμὴν Ἀμάνην κατηγορήσαντʼ αὐτῶν παρωξυγκέναι κατʼ αὐτῶν τὸν βασιλέα.ταῦτα γνοῦσα πέμπει πάλιν πρὸς Μαρδοχαῖον δηλοῦσα, ὅτι μήτε κληθείη πρὸς τοῦ βασιλέως καὶ ὁ εἰσερχόμενος πρὸς αὐτὸν ἄκλητος ἀποθνήσκει, πλὴν εἰ μή τινα σώζειν βουλόμενος προτείνειεν τὸν χρυσῆν ῥάβδον· ᾧ γὰρ τοῦτο ποιήσειεν ὁ βασιλεὺς ἀκλήτῳ προσελθόντι, οὗτος οὐκ ἀποθνήσκει μόνος, ἀλλὰ συγγνώμης τυχὼν σώζεται.Μαρδοχαῖος δὲ τούτους κομίσαντος αὐτῷ τοῦ εὐνούχου παρὰ τῆς Ἐσθῆρος τοὺς λόγους ἀπαγγέλλειν ἐκέλευσεν αὐτῇ, μὴ τὴν ἰδίαν οὕτως σκοπεῖν σωτηρίαν, ἀλλὰ τὴν κοινὴν τοῦ ἔθνους· εἰ γὰρ ἀμελήσειεν τούτου νῦν, ἔσεσθαι μὲν αὐτῷ βοήθειαν παρὰ τοῦ θεοῦ πάντως, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς ὑπὸ τῶν ὀλιγωρηθέντων διαφθαρήσεσθαι.ἡ δὲ Ἐσθήρα ἐπέστειλεν μὲν τῷ Μαρδοχαίῳ τὸν αὐτὸν πέμψασα διάκονον εἰς Σοῦσα πορευθέντι τοὺς ἐκεῖ Ἰουδαίους εἰς ἐκκλησίαν συναγαγεῖν καὶ νηστεῦσαι πάντων ἀποσχομένους ὑπὲρ αὐτῆς ἐπὶ τρεῖς ἡμέρας, τὸ δʼ αὐτὸ ποιήσασα μετὰ τῶν θεραπαινίδων τότε προσελεύσεσθαι τῷ βασιλεῖ παρὰ τὸν νόμον ὑπισχνεῖτο, κἂν ἀποθανεῖν δέῃ τοῦτο ὑπομενεῖν.