συγχωρῶ δὲ αὐτοῖς καὶ τὴν ἐκ προγόνων εἰθισμένην τιμὴν κτηνῶν καὶ οἴνου καὶ ἐλαίου δραχμὰς εἴκοσιν μυριάδας καὶ πεντακισχιλίας πεντακοσίας καὶ εἰς σεμίδαλιν πυρῶν ἀρτάβας δισμυρίας πεντακοσίας. κελεύω δὲ τὴν τούτων χορηγίαν ἐκ τῶν Σαμαρείας γίνεσθαι φόρων.ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίας τε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως ἡ Περσῶν βασιλεία διαμείνῃ. τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς.καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου· τῶν δʼ ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο.Βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρός τε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν.οἱ δὲ καὶ χρήμασιν διαφθαρέντες ὑπʼ αὐτῶν ἀπημπόλησαν τοῖς Χουθαίοις τὸ περὶ τοὺς Ἰουδαίους ἀμελὲς καὶ ῥᾴθυμον τῆς οἰκοδομῆς· Κύρῳ γὰρ περί τε ἄλλους ἀσχοληθέντι πολέμους ἄγνοια τούτων ἦν καὶ στρατευσαμένῳ γε ἐπὶ Μασσαγέτας εὐθὺς συνέβη τελευτῆσαι τὸν βίον.Καμβύσου δὲ τοῦ Κύρου παιδὸς τὴν βασιλείαν παραλαβόντος οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ καὶ Ἀμμανίτιδι καὶ Μωαβίτιδι καὶ Σαμαρείᾳ γράφουσιν ἐπιστολὴν Καμβύσῃ δηλοῦσαν τάδε·δέσποτα, οἱ παῖδές σου Ῥάθυμος ὁ πάντα τὰ πραττόμενα γράφων καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τῆς βουλῆς τῆς ἐν Συρίᾳ καὶ Φοινίκῃ κριταί. γινώσκειν σε δεῖ, βασιλεῦ, ὅτι Ἰουδαῖοι οἱ εἰς Βαβυλῶνα ἀναχθέντες ἐληλύθασιν εἰς τὴν ἡμετέραν καὶ τήν τε πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰς ἀγορὰς αὐτῆς καὶ ἐπισκευάζουσιν τὰ τείχη καὶ ναὸν ἀνεγείρουσιν.ἴσθι μέντοι γε τούτων γενομένων οὔτε φόρους αὐτοὺς τελεῖν ὑπομενοῦντας οὔτε δὲ ὑπακούειν ἐθελήσοντας, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται καὶ ἄρχειν μᾶλλον ἢ ὑπακούειν ἐθελήσουσιν.ἐνεργουμένων οὖν τῶν περὶ τὸν ναὸν καὶ σπουδαζομένων καλῶς ἔχειν ἔδοξεν ἡμῖν γράψαι σοι, βασιλεῦ, καὶ μὴ περιιδεῖν, ὅπως ἐπισκέψῃ τὰ τῶν πατέρων σου βιβλία· εὑρήσεις γὰρ ἐν αὐτοῖς ἀποστάτας καὶ τῶν βασιλέων ἐχθροὺς Ἰουδαίους καὶ τὴν πόλιν αὐτῶν, ἣ διὰ τοῦτο καὶ νῦν ἠρημώθη.ἔδοξε δʼ ἡμῖν καὶ τοῦτό σοι δηλῶσαι ἀγνοούμενον ἴσως, ὅτι τῆς πόλεως οὕτως συνοικισθείσης καὶ τὸν κύκλον τῶν τειχῶν ἀπολαβούσης ἀποκλείεταί σοι ἡ ὁδὸς ἡ ἐπὶ κοίλην Συρίαν καὶ Φοινίκην.Ἀναγνοὺς δὲ ὁ Καμβύσης τὴν ἐπιστολὴν καὶ φύσει πονηρὸς ὢν κινεῖται πρὸς τὰ δεδηλωμένα καὶ γράφει τάδε λέγων· βασιλεὺς Καμβύσης Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελζέμῳ καὶ Σεμελίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Φοινίκῃ τάδε λέγει.ἀναγνοὺς τὰ πεμφθέντα παρʼ ὑμῶν γράμματα ἐκέλευσα ἐπισκέψασθαι τὰ τῶν προγόνων μου βιβλία, καὶ εὑρέθη ἡ πόλις ἐχθρὰ βασιλεῦσιν ἀεὶ γεγενημένη, καὶ στάσεις καὶ πολέμους οἱ ἐνοικοῦντες πραγματευσάμενοι, καὶ βασιλεῖς αὐτῶν ἔγνωμεν δυνατοὺς καὶ βιαίους φορολογήσαντας κοίλην Συρίαν καὶ Φοινίκην.ἐγὼ τοίνυν προσέταξα μὴ συγχωρεῖν τοῖς Ἰουδαίοις οἰκοδομεῖν τὴν πόλιν, μὴ ἐπὶ πλέον αὐξηθῇ τὰ τῆς κακίας αὐτῶν, ᾗ χρώμενοι πρὸς τοὺς βασιλεῖς διατετελέκασιν.τούτων ἀναγνωσθέντων τῶν γραμμάτων ὁ Ῥάθυμος καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντεταγμένοι παραχρῆμα ἐπιπηδήσαντες ἵπποις ἔσπευσαν εἰς Ἱεροσόλυμα πλῆθος ἐπαγόμενοι πολύ, καὶ διεκώλυσαν οἰκοδομεῖν τοὺς Ἰουδαίους τὴν πόλιν καὶ τὸν ναόν.καὶ ταῦτα μὲν ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς Δαρείου βασιλείας τοῦ Περσῶν ἐπʼ ἄλλα ἔτη ἐννέα· Καμβύσης γὰρ ἓξ ἔτη βασιλεύσας, καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον ὑποστρέψας ἐτελεύτησεν ἐν Δαμασκῷ.Μετὰ δὲ τὴν τῶν μάγων ἀναίρεσιν, οἳ μετὰ τὸν Καμβύσου θάνατον τὴν Περσῶν ἀρχὴν ἐνιαυτῷ κατέσχον οἱ λεγόμενοι ἑπτὰ οἶκοι τῶν Περσῶν τὸν Ὑστάσπου παῖδα Δαρεῖον ἀπέδειξαν βασιλέα. οὗτος ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ, ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι, πέμψειν εἰς τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις.ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν ἀφικόμενος πρὸς Δαρεῖον ἐξ Ἱεροσολύμων Ζοροβάβηλος, ὃς τῶν αἰχμαλώτων Ἰουδαίων ἡγεμὼν ἀπεδέδεικτο· πάλαι γὰρ ἦν αὐτῷ φιλία πρὸς τὸν βασιλέα, διʼ ἣν καὶ σωματοφυλακεῖν αὐτὸν μετʼ ἄλλων δύο κριθεὶς ἄξιος ἀπέλαυεν ἧς ἤλπισεν τιμῆς.Τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν.