οἱ δὲ ταῦτα Ἔζδρα παραινοῦντος ἑορτάζειν ἤρξαντο καὶ τοῦτο ποιοῦντες ἐφʼ ἡμέρας ὀκτὼ ἐν ταῖς σκηναῖς ἀνεχώρησαν εἰς τὰ οἰκεῖα μετὰ ὕμνων τοῦ θεοῦ τῆς ἐπανορθώσεως τῶν περὶ τὸ πολίτευμα παρανομηθέντων Ἔζδρᾳ χάριν εἰδότες.ᾧ συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο.Τῶν δʼ αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι.ἀποκριναμένων δʼ ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι.κακῶς δʼ ἔχειν εἰπόντων, καθῃρῆσθαι γὰρ εἰς ἔδαφος τὰ τείχη καὶ τὰ πέριξ ἔθνη πολλὰ διατιθέναι κακὰ τοὺς Ἰουδαίους, ἡμέρας μὲν κατατρεχόντων τὴν χώραν καὶ διαρπαζόντων, τῆς δὲ νυκτὸς κακῶς ἀπεργαζομένων, ὡς πολλοὺς ἐκ τῆς χώρας καὶ ἐξ αὐτῶν τῶν Ἱεροσολύμων αἰχμαλώτους ἀπῆχθαι καὶ τὰς ὁδοὺς πλήρεις εὑρίσκεσθαι καθʼ ἡμέραν νεκρῶν,ἐδάκρυσεν ὁ Νεεμίας ἐλεήσας τῆς συμφορᾶς τοὺς ὁμοφύλους, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἄχρι τίνος, εἶπεν, ὦ δέσποτα, περιόψει ταῦτα πάσχον τὸ ἔθνος ἡμῶν οὕτως ἅρπαγμα πάντων καὶ λάφυρον γενόμενον;διατρίβοντος δʼ αὐτοῦ πρὸς τῇ πύλῃ καὶ ταῦτα ἀποδυρομένου προελθών τις ἤγγειλεν αὐτῷ μέλλειν ἤδη κατακλίνεσθαι τὸν βασιλέα. ὁ δʼ εὐθὺς ὡς εἶχεν μηδὲ ἀπολουσάμενος διακονήσων ἔσπευσεν τῷ βασιλεῖ τὴν ἐπὶ τοῦ πότου διακονίαν.ὡς δὲ μετὰ τὸ δεῖπνον ὁ βασιλεὺς διεχύθη καὶ ἡδίων αὑτοῦ γενόμενος ἀπέβλεψεν εἰς τὸν Νεεμίαν, κατεσκυθρωπακότα θεασάμενος, διὰ τί κατηφὴς εἴη ἀνέκρινεν.ὁ δὲ τοῦ θεοῦ δεηθεὶς χάριν τινὰ καὶ πειθὼ παρασχεῖν αὐτῷ λέγοντι, πῶς, φησίν, ὦ βασιλεῦ, δύναμαί σοι μὴ βλέπεσθαι τοιοῦτος μηδὲ τὴν ψυχὴν ἀλγεῖν, ὅπου τῆς πατρίδος μου Ἱεροσολύμων, ἐν ᾗ τάφοι καὶ μνήματα προγόνων τῶν ἐμῶν εἰσιν, ἀκούω βεβλῆσθαι κατὰ τῆς γῆς τὰ τείχη καὶ τὰς πύλας ἐμπεπρησμένας αὐτῆς; ἀλλὰ χάρισαί μοι πορευθέντι τὸ τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον προσοικοδομῆσαι.ὁ δὲ βασιλεὺς διδόναι τε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆς τε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει.ὁ μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν ᾗ περί τε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει.Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους·ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν· ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω.βούλομαι δʼ ὑμᾶς τὴν τῶν γειτονευόντων ἡμῖν ἐθνῶν δυσμένειαν σαφῶς εἰδότας, καὶ ὅτι πρὸς τὴν οἰκοδομίαν, εἰ μάθοιεν περὶ ταύτην ἡμᾶς φιλοτιμουμένους, ἐνστήσονται καὶ πολλὰ πραγματεύσονται πρὸς αὐτὴν ἡμῖν ἐμπόδια,θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δʼ ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, ὥς γε καιρὸς ἴδιός ἐστιν.ταῦτʼ εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμας τε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν.καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφʼ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ ἡ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον.Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵνʼ αὐτὸν ἀνέλωσιν.