γνοὺς δὲ ἀναβῆναι εἰς τὰ Ἱεροσόλυμα καὶ ἐπαγαγέσθαι τινὰς τῶν ἐν Βαβυλῶνι τυγχανόντων Ἰουδαίων παρεκάλεσεν τὸν βασιλέα δοῦναι αὐτῷ πρὸς τοὺς σατράπας τῆς Συρίας ἐπιστολήν, ὑφʼ ἧς αὐτοῖς γνωρισθήσεται τίς εἴη.ὁ δὲ βασιλεὺς γράφει πρὸς τοὺς σατράπας ἐπιστολὴν τοιάνδε· βασιλεὺς βασιλέων Ξέρξης Ἔζδρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τῶν τοῦ θεοῦ νόμων χαίρειν. τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους ἐκ τοῦ Ἰουδαίων ἔθνους καὶ Λευιτῶν ὄντων ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συναπαίρειν εἰς τὰ Ἱεροσόλυμα, τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω,καθάπερ ἔδοξέν μοι καὶ τοῖς ἑπτά μου συμβούλοις, ὅπως τὰ κατὰ τὴν Ἰουδαίαν ἐπισκέψωνται τῷ νόμῳ τοῦ θεοῦ ἀκολούθως καὶ ἀπενέγκωσι δῶρα τῷ Ἰσραηλιτῶν θεῷ, ἅπερ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι·καὶ ἀργύριον καὶ χρυσίον ὅσον ἂν εὑρεθῇ ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένον τῷ θεῷ τοῦτο πᾶν εἰς Ἱεροσόλυμα κομισθῆναι τῷ θεῷ εἰς τὰς θυσίας, πάντα τε, ὅσα βούλει ἐξ ἀργύρου καὶ χρυσοῦ κατασκευάσαι, ποιεῖν ἐξέστω σοι μετὰ τῶν ἀδελφῶν.καὶ τὰ δεδομένα σοι ἱερὰ σκεύη ἀναθήσεις καὶ ὅσων ἂν ἐπίνοιαν λάβῃς καὶ ταῦτα προσεξεργάσῃ τὴν εἰς αὐτὰ δαπάνην ποιούμενος ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου.ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπʼ ἐμὲ λάβῃ τὸ θεῖον ἢ τοὺς ἐμοὺς ἐκγόνους, πάντʼ ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον.καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον ἢ φορτικὸν εἰς αὐτοὺς γένηται.καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν,ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον ἢ τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατʼ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλʼ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δʼ ἤτοι θανάτῳ ἢ ζημίᾳ χρηματικῇ. ἔρρωσο.Λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δʼ ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δʼ ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας.μαθόντες δὲ οὗτοι τὴν παρὰ τοῦ βασιλέως καὶ πρὸς τὸν θεὸν εὐσέβειαν καὶ πρὸς τὸν Ἔζδραν εὔνοιαν ἅπαντες μὲν ὑπερηγάπησαν, πολλοὶ δʼ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα ποθοῦντες τῆς εἰς τὰ Ἱεροσόλυμα καθόδου.ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινεν· διὸ καὶ δύο φυλὰς εἶναι συμβέβηκεν ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπακουούσας, αἱ δὲ δέκα φυλαὶ πέραν εἰσὶν Εὐφράτου ἕως δεῦρο, μυριάδες ἄπειροι καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυνάμεναι.πρὸς δὲ Ἔζδραν ἀφικνοῦνται ἱερέων καὶ Λευιτῶν καὶ θυρωρῶν καὶ ἱεροψαλτῶν καὶ ἱεροδούλων πολλοὶ τὸν ἀριθμόν. συναγαγὼν δὲ τοὺς ἐκ τῆς αἰχμαλωσίας εἰς τὸ πέραν τοῦ Εὐφράτου καὶ τρεῖς ἐπιδιατρίψας ἐκεῖ ἡμέρας νηστείαν αὐτοῖς παρήγγειλεν, ὅπως εὐχὰς ποιήσονται τῷ θεῷ περὶ τῆς αὐτῶν σωτηρίας καὶ τοῦ μηδὲν κατὰ τὴν ὁδὸν παθεῖν ἄτοπον ἢ πρὸς τῶν πολεμίων ἤ τινος ἄλλου δυσκόλου προσπεσόντος αὐτοῖς·φθάσας γὰρ ὁ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς ὁ θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους.καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν ὁ Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα· ταῦτα γὰρ ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται.παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν ὁ Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο.τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπʼ αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάν τε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν.Ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δʼ αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην.