Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε.μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν.καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν ἡ κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά.τοῦ δʼ ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵ τε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη.ἔστησάν τε κατὰ τοὺς Μωυσέως νόμους οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται θυρωροὺς ἐφʼ ἑκάστου πυλῶνος· ᾠκοδομήκεσαν γὰρ οἱ Ἰουδαῖοι καὶ τὰς ἐν κύκλῳ τοῦ ναοῦ στοὰς τοῦ ἔνδοθεν ἱεροῦ.Ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς μηνὶ τῷ πρώτῳ, κατὰ μὲν Μακεδόνας Ξανθικῷ λεγομένῳ κατὰ δὲ ἡμᾶς Νισάν, συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον ἁγνεύοντες μετὰ γυναικῶν καὶ τέκνων τῷ πατρίῳ νόμῳ,καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν τῇ τετράδι καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτελέσαντες κατευωχήθησαν ἐπὶ ἡμέρας ἑπτὰ μηδεμιᾶς φειδόμενοι πολυτελείας, ἀλλὰ καὶ τὰς ὁλοκαυτώσεις ἐπιφέροντες τῷ θεῷ καὶ χαριστηρίους θυσίας ἱερουργοῦντες ἀνθʼ ὧν αὐτοὺς ποθοῦν τὸ θεῖον πάλιν εἰς τὴν πάτριον γῆν καὶ τοὺς ἐν αὐτῇ νόμους ἤγαγεν καὶ τὴν τοῦ Περσῶν βασιλέως διάνοιαν εὐμενῆ κατέστησεν αὐτοῖς.καὶ οἱ μὲν ὑπὲρ τούτων ἐπιδαψιλευόμενοι ταῖς θυσίαις καὶ τῇ περὶ τὸν θεὸν φιλοτιμίᾳ κατῴκησαν ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους.πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας καὶ τῆς ἀναστάσεως ἐβασιλεύοντο ἀπὸ Σαούλου πρῶτον ἀρξάμενοι καὶ Δαυίδου ἐπὶ ἔτη πεντακόσια τριακονταδύο μῆνας ἓξ ἡμέρας δέκα, πρὸ δὲ τῶν βασιλέων τούτων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι, καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἔτεσιν πλέον ἢ πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν ἀποθανόντα καὶ Ἰησοῦν τὸν στρατηγόν.καὶ τὰ μὲν περὶ τῶν ἀνασωθέντων ἐκ τῆς αἰχμαλωσίας Ἰουδαίων ἐν τοῖς Κύρου καὶ Δαρείου χρόνοις ἐν τούτοις ὑπῆρχεν.Οἱ δὲ Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς καὶ βασκάνως διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάσαντο πλούτῳ τε πεποιθότες καὶ συγγένειαν προσποιούμενοι τὴν Περσῶν, ἐπειδήπερ ἐκεῖθεν ἦσαν.ὅσα τε γὰρ ἐκελεύσθησαν ἐκ τῶν φόρων ὑπὸ τοῦ βασιλέως εἰς τὰς θυσίας τελεῖν τοῖς Ἰουδαίοις παρέχειν οὐκ ἤθελον τούς τε ἐπάρχους σπουδάζοντας αὐτοῖς πρὸς τοῦτο καὶ συνεργοῦντας εἶχον, ἄλλα τε ὅσα βλάπτειν ἢ διʼ ἑαυτῶν ἢ διʼ ἑτέρων ἠδύναντο τοὺς Ἰουδαίους οὐκ ἀπώκνουν.ἔδοξεν οὖν πρεσβευσαμένοις τοῖς Ἱεροσολυμίταις πρὸς τὸν βασιλέα Δαρεῖον κατηγορῆσαι τῶν Σαμαρειτῶν, καὶ πρεσβεύουσιν Ζοροβάβηλος καὶ ἄλλοι τῶν ἀρχόντων τέσσαρες.ὡς δὲ τὰ ἐγκλήματα καὶ τὰς αἰτίας, ἃς κατὰ τῶν Σαμαρέων ἐπέφερον, ἔγνω παρὰ τῶν πρέσβεων ὁ βασιλεύς, δοὺς αὐτοῖς κομίζειν ἐπιστολὴν πρὸς τοὺς ἐπάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν ἀπέπεμψεν.τὰ δὲ γεγραμμένα ἦν τοιάδε· βασιλεὺς Δαρεῖος Ταγανᾷ καὶ Σαμβᾷ τοῖς ἐπάρχοις καὶ Σαμαρειτῶν Σαδράκῃ καὶ Βουήδωνι καὶ τοῖς λοιποῖς συνδούλοις αὐτῶν τοῖς ἐν Σαμαρείᾳ. Ζοροβάβηλος καὶ Ἀνανίας καὶ Μαρδοχαῖος Ἰουδαίων πρεσβευταὶ ᾐτιῶντο ὑμᾶς ὡς ἐνοχλοῦντας αὐτοῖς πρὸς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ μὴ χορηγοῦντας ἃ προσέταξα ὑμῖν εἰς τὰς θυσίας τελεῖν αὐτοῖς ἀναλώματα.βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθʼ ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθʼ ἡμέραν θύοντες μηδʼ ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ. καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν.Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάν τε καὶ τιμήν· ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα.κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ.