Στρατεία τοῦ Ἀσσυρίων βασιλέως Σεναχειρίβου ἐπὶ Ἱεροσόλυμα καὶ πολιορκία τοῦ βασιλέως αὐτῶν Ἐζεκίου. ὡς ἐφθάρη τὸ τῶν Ἀσσυρίων στράτευμα λοιμικῶς ἐν μιᾷ νυκτὶ καὶ ὁ βασιλεὺς αὐτῶν ἀναζεύξας οἴκαδε ἐξ ἐπιβουλῆς τῶν τέκνων ἀπέθανεν. ὡς τὸν μεταξὺ χρόνον μετ' εἰρήνης Ἐζεκίας διαγαγὼν ἐτελεύτησε διάδοχον τῆς βασιλείας Μανασσῆν καταλιπών. ὅτι στρατεύσαντες ἐπ' αὐτὸν οἱ Χαλδαίων καὶ Βαβυλωνίων βασιλεῖς καὶ νικήσαντες αὐτὸν αἰχμάλωτον λαβόντες ἤγαγον εἰς Βαβυλῶνα, καὶ κατασχόντες αὐτόθι πολὺν χρόνον εἰς τὴν αὐτὴν βασιλείαν πάλιν ἀπέλυσαν. ὡς τὸν Αἰγυπτίων βασιλέα Νεχαῶνα στρατευσάμενον ἐπὶ Βαβυλωνίους καὶ ποιούμενον διὰ τῆς Ἰουδαίας τὴν ὁδὸν κωλύων ὁ βασιλεὺς Ἰωσίας ὑπαντᾷ· μάχης δὲ γενομένης τραυματίας κομισθεὶς εἰς Ἱεροσόλυμα τελευτᾷ καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάζην ἀπέδειξαν οἱ Ἱεροσολυμῖται βασιλέα. ὡς συμβαλὼν ὁ Νεχαὼς τῷ τῶν Βαβυλωνίων βασιλεῖ κατὰ τὸν Εὐφράτην ποταμὸν καὶ ὑποστρέφων εἰς Αἴγυπτον ἧκεν εἰς Ἱεροσόλυμα καὶ τὸν μὲν Ἰωάζην ἤγαγεν εἰς Αἴγυπτον, τὸν δ' ἀδελφὸν αὐτοῦ Ἰωάκειμον ἀνέδειξε βασιλέα τῶν Ἱεροσολυμιτῶν. Ναβουχοδονοσάρου τοῦ τῶν Βαβυλωνίων βασιλέως στρατεία εἰς Συρίαν, καὶ ὡς πᾶσαν αὐτὴν καταστρεψάμενος ἄχρι τῶν ὅρων τῶν Αἰγυπτίων ἀνέβη εἰς Ἱεροσόλυμα καὶ τὸν βασιλέα αὐτῶν Ἰωάκειμον φίλον ἠνάγκασεν εἶναι καὶ σύμμαχον. ὡς μετὰ τὴν ἀναχώρησιν τὴν τοῦ Βαβυλωνίου πάλιν ὁ Ἰωάκειμος ἐφρόνησε τὰ τῶν Αἰγυπτίων καὶ στρατεύσας ἐπ' αὐτὸν ὁ Ναβουχοδονόσαρος καὶ πολιορκήσας τῆς πόλεως παραδούσης ἑαυτὴν μετὰ χρόνον τὸν μὲν Ἰωάκειμον ἀπέκτεινεν, Ἰωάκειμον δὲ τὸν υἱὸν αὐτοῦ κατέστησε βασιλέα· καὶ ὡς πολλὰ χρήματα λαβὼν ἐκ τῶν Ἱεροσολύμων εὐθέως εἰς Συρίαν ὑπέστρεψεν.ὅτι μετανοήσας ἐπὶ τῷ τὸν Ἰωάκειμον ποιῆσαι βασιλέα καὶ στρατεύσας ἐπὶ Ἱεροσόλυμα ἐγκρατὴς τοῦ Ἰωακείμου γίνεται παραδόντος αὑτὸν μετὰ τῆς μητρὸς καὶ τῶν φίλων, ὅπως τ' ἔλαβε πολλοὺς αἰχμαλώτους ὁ Βαβυλώνιος καὶ ἀναθήματα βαστάσας ἐκ τοῦ ἱεροῦ ἀνέστρεψεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίου θεῖον Σαχχίαν τῶν Ἱεροσολυμιτῶν βασιλέα καταστήσας. ὡς καὶ τοῦτον ἀκούσας βούλεσθαι πρὸς τοὺς Αἰγυπτίους συμμαχίαν ποιήσασθαι καὶ φιλίαν στρατεύσας ἐπὶ τὰ Ἱεροσόλυμα κατὰ κράτος αἱρεῖ τῇ πολιορκίᾳ καὶ τὸν ναὸν ἐμπρήσας τὸν τῶν Ἱεροσολυμιτῶν δῆμον καὶ Σεδεκίαν μετῴκισεν εἰς Βαβυλῶνα. ὡς Ναβουχοδονόσαρος τελευτήσας διάδοχον καταλείπει τῆς βασιλείας τὸν υἱόν, καὶ ὡς καταλύεται ἡ τούτων ἀρχὴ ὑπὸ Κύρου τοῦ τῶν Περσῶν βασιλέως. ὅσα συνέβη τοῖς Ἰουδαίοις κατὰ τοῦτον τὸν καιρὸν παρὰ τοῖς Βαβυλωνίοις. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρπβ μῆνας ϛ ἡμέρας ι.Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος ὁ τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπʼ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος.μέλλοντος δʼ ἄγειν τὴν δύναμιν καὶ ἐπὶ Ἱεροσόλυμα φθάνει πρεσβευσάμενος πρὸς αὐτὸν καὶ ὑπακούσεσθαι καὶ φόρον ὃν ἂν τάξῃ τελέσειν ὑπισχνούμενος. Σεναχείριμος δὲ μαθὼν τὰ παρὰ τῶν πρέσβεων ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὴν ἀξίωσιν προσδέχεται καὶ ἀργυρίου μὲν τάλαντα τριακόσια χρυσίου δὲ τριάκοντα λαβὼν φίλος ἀναχωρήσειν ὡμολόγει πίστεις δοὺς τοῖς πρεσβευταῖς ἐνόρκους, ἦ μὴν ἀδικήσας μηδὲν αὐτὸν οὕτως ἀναστρέψειν.ὁ δʼ Ἐζεκίας πεισθεὶς καὶ κενώσας τοὺς θησαυροὺς πέμπει τὰ χρήματα νομίζων ἀπαλλαγήσεσθαι τοῦ πολέμου καὶ τοῦ περὶ τῆς βασιλείας ἀγῶνος.ὁ δὲ Ἀσσύριος λαβὼν ταῦτα τῶν μὲν ὡμολογημένων οὐδὲν ἐφρόντισεν, ἀλλʼ αὐτὸς μὲν ἐστράτευσεν ἐπʼ Αἰγυπτίους καὶ Αἰθίοπας, τὸν δὲ στρατηγὸν Ῥαψάκην μετὰ πολλῆς ἰσχύος σὺν καὶ δυσὶν ἄλλοις τῶν ἐν τέλει κατέλιπε πορθήσοντας τὰ Ἱεροσόλυμα. τούτων δὲ τὰ ὀνόματα Θαρατὰ καὶ Ἀράχαρις ἦν.Ὡς δʼ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. ὁ δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων.οὗτοι μὲν οὖν προελθόντες ἀντικρὺ τῶν ἡγεμόνων τῆς στρατιᾶς τῶν Ἀσσυρίων ἔστησαν, θεασάμενος δʼ αὐτοὺς ὁ στρατηγὸς Ῥαψάκης ἐκέλευσεν ἀπελθόντας Ἐζεκίᾳ λέγειν, ὅτι βασιλεὺς μέγας Σεναχείριμος πυνθάνεται αὐτοῦ, τίνι θαρρῶν καὶ πεποιθὼς φεύγει δεσπότην αὐτοῦ καὶ ἀκροάσασθαι μὴ θέλει καὶ τὴν στρατιὰν οὐ δέχεται τῇ πόλει; ἦ διὰ τοὺς Αἰγυπτίους τὴν αὐτοῦ στρατιὰν ἐλπίζων ὑπʼ ἐκείνων αὐτῶν καταγωνίσασθαι;εἰ δὲ τοῦτο προσδοκᾷ, δηλοῦν αὐτῷ, ὅτι ἀνόητός ἐστι καὶ ὅμοιος ἀνθρώπῳ, ὃς καλάμῳ ἐπερειδόμενος τεθλασμένῳ πρὸς τῷ καταπεσεῖν ἔτι καὶ τὴν χεῖρα διαπαρεὶς ᾔσθετο τῆς βλάβης. εἰδέναι δʼ ὅτι καὶ βουλήσει θεοῦ τὴν ἐπʼ αὐτὸν στρατείαν πεποίηται, ὃς αὐτῷ καταστρέψασθαι καὶ τὴν τῶν Ἰσραηλιτῶν βασιλείαν δέδωκεν, ἵνα τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀρχομένους ὑπʼ αὐτοῦ διαφθείρῃ.