ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, ὁ Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου. συνεὶς δʼ ὁ στρατηγὸς τὴν ὑπόνοιαν αὐτοῦ καὶ τὸ ἐπʼ αὐτῷ δέος μείζονι καὶ διατόρῳ τῇ φωνῇ χρώμενος ἀπεκρίνατο αὐτῷ ἑβραϊστὶ λέγειν, ὅπως ἀκούσαντες τὰ τοῦ βασιλέως προστάγματα πάντες τὸ συμφέρον ἕλωνται παραδόντες αὑτοὺς ἡμῖν·δῆλον γὰρ ὡς τὸν λαὸν ὑμεῖς τε καὶ ὁ βασιλεὺς ἐλπίσι παρακρουόμενοι ματαίαις ἀντέχειν πείθετε. εἰ δὲ θαρρεῖτε καὶ τὴν δύναμιν ἡμῶν ἀπώσεσθαι νομίζετε, δισχιλίους ἐκ τῆς ἐμοὶ παρούσης ἵππους ἕτοιμός εἰμι ὑμῖν παρέχειν, οἷς ἰσαρίθμους ἐπιβάτας δόντες ἐμφανίσατε τὴν αὑτῶν δύναμιν· ἀλλʼ οὐκ ἂν οὕς γε μὴ ἔχετε τούτους δῴητε.τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.Ταῦτʼ ἀκούσαντες ὅ τε δῆμος καὶ οἱ πρέσβεις τοῦ στρατηγοῦ τῶν Ἀσσυρίων λέγοντος ἀπήγγειλαν Ἐζεκίᾳ. ὁ δὲ πρὸς ταῦτα τὴν βασιλικὴν ἀποδὺς ἐσθῆτα, ἀμφιασάμενος δὲ σάκκους καὶ σχῆμα ταπεινὸν ἀναλαβὼν τῷ πατρίῳ νόμῳ πεσὼν ἐπὶ πρόσωπον τὸν θεὸν ἱκέτευε καὶ βοηθῆσαι τῷ μηδεμίαν ἄλλην ἐλπίδα ἔχοντι σωτηρίας ἠντιβόλει.πέμψας δὲ καὶ τῶν φίλων τινὰς καὶ τῶν ἱερέων πρὸς Ἡσαΐαν τὸν προφήτην ἠξίου δεηθῆναι τοῦ θεοῦ καὶ ποιησάμενον θυσίας ὑπὲρ τῆς κοινῆς σωτηρίας παρακαλεῖν αὐτὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν.ὁ δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθʼ οἵου νῦν εἰσι θράσους·τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι· καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν.Ἔτυχε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ γεγραφὼς τῷ Ἐζεκίᾳ ὁ Ἀσσύριος ἐπιστολάς, ἐν αἷς ἀνόητον μὲν αὐτὸν ἔλεγεν ὑπολαμβάνοντα τὴν ὑπʼ αὐτῷ διαφεύξεσθαι δουλείαν ἔθνη πολλὰ καὶ μεγάλα κεχειρωμένῳ, ἠπείλει δὲ πανωλεθρίᾳ διαφθερεῖν αὐτὸν παραλαβών, εἰ μὴ τὰς πύλας ἀνοίξας ἑκὼν αὐτοῦ δέξεται τὴν στρατιὰν εἰς τὰ Ἱεροσόλυμα.ταῦτʼ ἀναγνοὺς καταφρονεῖ διὰ τὴν ἀπὸ τοῦ θεοῦ πεποίθησιν, τὰς δʼ ἐπιστολὰς πτύξας εἰς τὸν ναὸν ἔσω κατέθετο. πάλιν δὲ τῷ θεῷ τὰς εὐχὰς αὐτοῦ ποιησαμένου περὶ τῆς πόλεως καὶ τῆς ἁπάντων σωτηρίας Ἡσαΐας ὁ προφήτης ἐπήκοον αὐτὸν ἔφασκε γεγονέναι καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ πολιορκηθήσεσθαι ὑπὸ τοῦ Σύρου, μέλλοντι πάντων ἀδεεῖς τῶν ὑπʼ αὐτοῦ γενομένων γεωργήσειν μετʼ εἰρήνης καὶ τῶν ἰδίων ἐπιμελήσεσθαι κτημάτων οὐδὲν φοβουμένους.ὀλίγου δὲ χρόνου διελθόντος καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς διαμαρτὼν τῆς ἐπὶ τοὺς Αἰγυπτίους ἐπιβολῆς ἄπρακτος ἀνεχώρησεν ἐπʼ οἴκου διʼ αἰτίαν τοιαύτην· πολὺς αὐτῷ χρόνος ἐτρίβετο πρὸς τὴν Πηλουσίου πολιορκίαν, καὶ τῶν χωμάτων ἤδη μετεώρων ὄντων, ἃ πρὸς τοῖς τείχεσιν ἤγειρε, καὶ ὅσον οὔπω μέλλοντος προσβαλεῖν αὐτοῖς, ἀκούει τὸν τῶν Αἰθιόπων βασιλέα Θαρσικὴν πολλὴν ἄγοντα δύναμιν ἐπὶ συμμαχίᾳ τοῖς Αἰγυπτίοις ἥκειν διεγνωκότα ποιήσασθαι τὴν πορείαν διὰ τῆς ἐρήμου καὶ ἐξαίφνης εἰς τὴν τῶν Ἀσσυρίων ἐμβαλεῖν.ταραχθεὶς οὖν ὑπὸ τούτων ὁ βασιλεὺς Σεναχείριμος ἐπὶ τὸν ἱερέα τὸν Ἡφαίστου στρατεῦσαι ἔλεγεν ὡς οὗτος ὁ βασιλεὺς ἐπὶ τὸν τῶν Αἰγυπτίων ἔλθοι βασιλέα ἱερέα ὄντα τοῦ Ἡφαίστου, πολιορκῶν δὲ τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν ἐξ αἰτίας τοιαύτης· ηὔξατο ὁ βασιλεὺς τῶν Αἰγυπτίων τῷ θεῷ, ᾧ γενόμενος ἐπήκοος ὁ θεὸς πληγὴν ἐνσκήπτει τῷ Ἄραβι·πλανᾶται γὰρ κἀν τούτῳ οὐκ Ἀσσυρίων λέγων τὸν βασιλέα ἀλλʼ Ἀράβων· μυῶν γὰρ πλῆθός φησι μιᾷ νυκτὶ τὰ τόξα καὶ τὰ λοιπὰ ὅπλα διαφαγεῖν τῶν Ἀσσυρίων, καὶ διὰ τοῦτο μὴ ἔχοντα τόξα τὸν βασιλέα τὴν στρατιὰν ἀπάγειν ἀπὸ τοῦ Πηλουσίου.καὶ Ἡρόδοτος μὲν οὕτως ἱστορεῖ, Βηρωσὸς δὲ ὁ τὰ Χαλδαϊκὰ συγγραψάμενος μνημονεύει τοῦ βασιλέως τοῦ Σεναχειρίμου, καὶ ὅτι τῶν Ἀσσυρίων ἦρχε καὶ ὅτι πάσῃ ἐπεστρατεύσατο τῇ Ἀσίᾳ καὶ τῇ Αἰγύπτῳ λέγων οὕτως·Ὑποστρέψας δʼ ὁ Σεναχείριμος ἀπὸ τῶν Αἰγυπτίων πολέμων εἰς τὰ Ἱεροσόλυμα, καταλαβὼν ἐκεῖ τὴν ὑπὸ τῷ στρατηγῷ Ῥαψάκῃ δύναμιν τοῦ θεοῦ λοιμικὴν ἐνσκήψαντος αὐτοῦ τῷ στρατῷ νόσον κατὰ τὴν πρώτην νύκτα τῆς πολιορκίας διαφθείρονται μυριάδες ὀκτωκαίδεκα καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις.ὑπὸ ταύτης δὲ τῆς συμφορᾶς εἰς φόβον καὶ δεινὴν ἀγωνίαν καταστὰς καὶ δείσας περὶ τῷ στρατῷ παντὶ φεύγει μετὰ τῆς λοιπῆς δυνάμεως εἰς τὴν αὑτοῦ βασιλείαν τὴν Νίνου προσαγορευθεῖσαν.καὶ διατρίψας ἐν αὐτῇ ὀλίγον χρόνον δολοφονηθεὶς ὑπὸ τῶν πρεσβυτέρων παίδων Ἀνδρομάχου καὶ Σελευκάρου τελευτᾷ τὸν βίον καὶ ἀνετέθη τῷ ἰδίῳ ναῷ Ἀράσκῃ λεγομένῳ. καὶ οἱ μὲν φυγαδευθέντες ἐπὶ τῷ φόνῳ τοῦ πατρὸς ὑπὸ τῶν πολιτῶν εἰς τὴν Ἀρμενίαν ἀπῆραν, διαδέχεται δὲ τὴν βασιλείαν τῶν μετʼ αὐτοὺς καταφρονῶν τοῦ Σεναχειρίμου Ἀσαραχόδδας. καὶ τὸ μὲν τῆς Ἀσσυρίων στρατείας τῆς ἐπὶ τοὺς Ἱεροσολυμίτας τέλος τοιοῦτο συνέβη γενέσθαι.