Ἰωσίας δὲ οὐ προσίετο τὰ παρὰ τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ.διατάσσοντος γὰρ αὐτοῦ τὴν δύναμιν καὶ ἐφʼ ἅρματος ἀπὸ κέρως ἐπὶ κέρας ὀχουμένου τοξεύσας τις αὐτὸν τῶν Αἰγυπτίων ἔπαυσε τῆς πρὸς τὴν μάχην σπουδῆς· τῷ τραύματι γὰρ περιαλγὴς ὢν ἐκέλευσεν ἀνακληθῆναι τὸ στράτευμα καὶ ὑπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. τελευτᾷ δʼ ἐκ τῆς πληγῆς ἐκεῖ τὸν βίον καὶ κηδεύεται ἐν ταῖς πατρῴαις θήκαις μεγαλοπρεπῶς βιώσας μὲν ἔτη τριακονταεννέα, βασιλεύσας δὲ τούτων ἓν καὶ τριάκοντα.πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ ὁ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος θρηνητικόν, ὃ καὶ μέχρι νῦν διαμένει.οὗτος ὁ προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ ὁ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν.ἦσαν δὲ οἱ δύο τῷ γένει ἱερεῖς, ἀλλʼ ὁ μὲν Ἱερεμίας ἐν Ἱεροσολύμοις διῆγεν ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς Ἰωσίου βασιλείας ἕως οὗ κατεσκάφη ἡ πόλις καὶ ὁ ναός. τὰ μέντοι γε συμβάντα περὶ τοῦτον τὸν προφήτην κατὰ χώραν δηλώσομεν.Τελευτήσαντος δὲ Ἰωσίου, καθὼς προειρήκαμεν, τὴν βασιλείαν ὁ παῖς αὐτοῦ διαδέχεται Ἰώαζος τοὔνομα τρίτον καὶ εἰκοστὸν ἤδη ἔτος γεγονώς. καὶ οὗτος μὲν ἐν Ἱεροσολύμοις ἐβασίλευσε μητρὸς Ἀμιτάλης καὶ πόλεως Τομάνης ἀσεβὴς δὲ καὶ μιαρὸς τὸν τρόπον·ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς ὑποστρέψας ἀπὸ τῆς μάχης μεταπέμπεται τὸν Ἰώαζον πρὸς αὑτὸν εἰς Ἀμαθὰ καλουμένην πόλιν, ἥτις ἐστὶ τῆς Συρίας, καὶ τὸν μὲν ἐλθόντα ἔδησε, τῷ δὲ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ ὁμοπατρίῳ ὄντι Ἐλιακείμῳ τοὔνομα τὴν βασιλείαν παραδίδωσι μετονομάσας αὐτὸν Ἰωάκειμον· τῇ δὲ χώρᾳ ἐπέταξεν ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσίου.καὶ τοῦτο μὲν ἐτέλει ὁ Ἰωάκειμος τὸ πλῆθος τῶν χρημάτων, τὸν δὲ Ἰώαζον ἀπήγαγεν εἰς Αἴγυπτον, ὃς καὶ ἐτελεύτησεν ἐν αὐτῇ βασιλεύσας μῆνας τρεῖς ἡμέρας δέκα. ἡ δὲ τοῦ Ἰωακείμου μήτηρ ἐκαλεῖτο Ζαβουδᾶ, ἐκ πόλεως δʼ ἦν Ἀβουμᾶς. ἐτύγχανε δʼ ὢν τὴν φύσιν ἄδικος καὶ κακοῦργος καὶ μήτε πρὸς θεὸν ὅσιος μήτε πρὸς ἀνθρώπους ἐπιεικής.Ἔτος δʼ αὐτοῦ τῆς βασιλείας τέταρτον ἤδη ἔχοντος τὴν Βαβυλωνίων ἀρχὴν παραλαμβάνει Ναβουχοδονόσορος ὄνομα, ὃς ὑπὸ τὸν αὐτὸν καιρὸν μετὰ μεγάλης παρασκευῆς ἐπὶ Καρχάμισσαν ἀναβαίνει πόλιν, ἔστι δʼ αὕτη πρὸς τῷ Εὐφράτῃ ποταμῷ, διεγνωκὼς πολεμεῖν τῷ τῶν Αἰγυπτίων Νεχαῦ· ὑπὸ τούτῳ γὰρ ἦν ἅπασα ἡ Συρία.μαθὼν δὲ τὴν τοῦ Βαβυλωνίου προαίρεσιν καὶ τὴν ἐπʼ αὐτὸν στρατείαν ὁ Νεχαῦς οὐδὲ αὐτὸς ὠλιγώρησεν, ἀλλὰ σὺν πολλῇ χειρὶ τὸν Ναβουχοδονόσορον ἀμυνούμενος ὥρμησεν ἐπὶ τὸν Εὐφράτην.συμβολῆς δὲ γενομένης ἡττήθη καὶ πολλὰς ἀπέβαλε μυριάδας ἐν τῇ μάχῃ. διαβὰς δὲ τὸν Εὐφράτην ὁ Βαβυλώνιος τὴν ἄχρι Πηλουσίου παραλαμβάνει Συρίαν πάρεξ τῆς Ἰουδαίας.τέσσαρα δʼ ἔτη βασιλεύοντος ἤδη τοῦ Ναβουχοδονοσόρου ὄγδοον ἦν τῷ Ἰωακείμῳ τῷ τῶν Ἑβραίων ἔχοντι τὴν ἀρχήν, καὶ στρατεύει μετὰ πολλῆς δυνάμεως ἐπὶ τοὺς Ἰουδαίους ὁ Βαβυλώνιος φόρους αἰτῶν τὸν Ἰωάκειμον ἢ πολεμήσειν ἀπειλῶν. ὁ δὲ δείσας τὴν ἀπειλὴν καὶ τὴν εἰρήνην ἀντικαταλλαξάμενος τῶν χρημάτων ἤνεγκεν αὐτῷ φόρους οὓς ἔταξεν ἐπὶ ἔτη τρία.Τῷ δὲ τρίτῳ στρατεύειν τοὺς Αἰγυπτίους ἀκούσας ἐπὶ τὸν Βαβυλώνιον καὶ τοὺς φόρους αὐτῷ μὴ δοὺς διεψεύσθη τῆς ἐλπίδος·οἱ γὰρ Αἰγύπτιοι ποιήσασθαι τὴν στρατείαν οὐκ ἐθάρρησαν. ταῦτα δὲ ὁ προφήτης Ἱερεμίας κατὰ πᾶσαν ἡμέραν προύλεγεν, ὡς μάτην ταῖς παρὰ τῶν Αἰγυπτίων ἐλπίσι προσανέχουσι, καὶ ὡς δεῖ τὴν πόλιν ὑπὸ τοῦ Βαβυλωνίων βασιλέως ἀνάστατον γενέσθαι, καὶ Ἰωακείμῳ τῷ βασιλεῖ χειρωθῆναι ὑπʼ αὐτοῦ.ἀλλὰ ταῦτʼ οὐδὲν χρήσιμον οὐκ ὄντων τῶν σωθησομένων ἐλέγετο· καὶ γὰρ τὸ πλῆθος καὶ οἱ ἄρχοντες ἀκούοντες παρημέλουν, καὶ πρὸς ὀργὴν λαμβάνοντες τὰ λεγόμενα ὡς οἰωνιζομένου κατὰ τοῦ βασιλέως τοῦ προφήτου τὸν Ἱερεμίαν ᾐτιῶντο, καὶ ὑπάγοντες δίκῃ καταψηφισθῆναι πρὸς τιμωρίαν ἠξίουν.καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν.ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλʼ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε.τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς.