προκομίζων δὲ τὸν χρυσὸν ὁ ἀρχιερεὺς Ἐλιακίας ἐντυγχάνει ταῖς ἱεραῖς βίβλοις ταῖς Μωυσέος ἐν τῷ ναῷ κειμέναις καὶ προκομίσας δίδωσι τῷ γραμματεῖ Σαφᾷ. ὁ δὲ ἀναγνοὺς παραγίνεται πρὸς τὸν βασιλέα καὶ πάντα ὅσα κελεύει γενέσθαι τέλος ἔχοντα ἐδήλου, παρανέγνω δʼ αὐτῷ καὶ τὰς βίβλους αὐτῶν.ἀκούσας δὲ καὶ περιρρηξάμενος τὴν ἐσθῆτα τὸν ἀρχιερέα καλέσας Ἐλιακίαν καὶ αὐτὸν τὸν γραμματέα καὶ τῶν ἀναγκαιοτάτων φίλων τινὰς ἔπεμψε πρὸς τὴν προφῆτιν Ὀολδά, γυναῖκα δὲ Σαλλούμου τῶν ἐν δόξῃ τινὸς καὶ διʼ εὐγένειαν ἐπιφανοῦς, καὶ προσελθόντας ἐκέλευε λέγειν ἱλάσκεσθαι τὸν θεὸν καὶ πειρᾶσθαι ποιεῖν εὐμενῆ· δέος γὰρ εἶναι, μὴ παραβάντων τοὺς Μωυσέος νόμους τῶν προγόνων αὐτῶν κινδυνεύσωσιν ἀνάστατοι γενέσθαι καὶ τῆς οἰκείας ἐκπεσόντες ἐπʼ ἀλλοτρίας ἔρημοι πάντων καταστρέψωσιν οἰκτρῶς τὸν βίον.ἀκούσασα δʼ ἡ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα διʼ αὐτῶν ὧν ἐπέστειλεν ὁ βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατʼ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων·ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. διʼ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν.Οἱ μὲν οὖν τῆς γυναικὸς προφητευσάσης ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. ὁ δὲ περιπέμψας πανταχοῦ τὸν λαὸν ἐκέλευε συνελθεῖν εἰς Ἱεροσόλυμα τούς θʼ ἱερεῖς καὶ τοὺς Λευίτας, πᾶσαν ἡλικίαν παρεῖναι προστάξας.ἀθροισθέντων δὲ αὐτῶν πρῶτον μὲν αὐτοῖς ἀνέγνω τὰς ἱερὰς βίβλους, ἔπειτα στὰς ἐπὶ τοῦ βήματος ἐν μέσῳ τῷ πλήθει ὅρκους ποιήσασθαι καὶ πίστεις ἠνάγκασεν, ἦ μὴν θρησκεύσειν τὸν θεὸν καὶ φυλάξειν τοὺς Μωυσέος νόμους.οἱ δὲ προθύμως τʼ ἐπῄνεσαν καὶ τὰ παραινεθέντα ὑπὸ τοῦ βασιλέως ποιήσειν ὑπέστησαν θύοντές τε παραχρῆμα καὶ καλλιεροῦντες ἤδη τὸν θεὸν ἱκέτευον εὐμενῆ καὶ ἵλεων αὐτοῖς ὑπάρχειν.τὸν δὲ ἀρχιερέα προσέταξεν εἴ τι περισσὸν ὑπὸ τῶν προγόνων σκεῦος τοῖς εἰδώλοις καὶ ξενικοῖς θεοῖς κατασταθὲν ἦν ἐν τῷ ναῷ, τοῦτο ἐκβαλεῖν. συναθροισθέντων δὲ πολλῶν καταπρήσας αὐτὰ τὴν σποδὸν αὐτῶν διέσπειρε καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων οὐκ ὄντας ἐκ τοῦ Ἀαρῶνος γένους ἀπέκτεινε.Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος Ἱερόβαμος, κατέκαυσε.ταῦτα δὲ προφήτην κατελθόντα πρὸς Ἱερόβαμον θυσιάζοντος αὐτοῦ καὶ παντὸς ἀκούοντος τοῦ λαοῦ προκαταγγεῖλαι τὰ γενησόμενα, ὅτι τις ἐκ τοῦ Δαυίδου γένους Ἰωσίας τοὔνομα ποιήσει τὰ προειρημένα. συνέβη δὲ ταῦτα λαβεῖν τέλος μετὰ ἔτη τριακόσια καὶ ἑξηκονταέν.Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν·τὰς οἰκίας τε καὶ τὰς κώμας ἠρεύνησε καὶ τὰς πόλεις, μή τις ἔνδον ἔχοι τι τῶν εἰδώλων ὑπονοῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς βασιλευομένοις ἐφεστῶτα ἅρματα, ἃ κατεσκεύασαν οἱ πρόγονοι, καὶ εἴ τι ἄλλο τοιοῦτον ἦν ᾧ προσεκύνουν ὡς θεῷ ἐβάστασε·καὶ καθαρίσας οὕτω τὴν χώραν ἅπασαν εἰς Ἱεροσόλυμα τὸν λαὸν συνεκάλεσε κἀκεῖ τὴν ἀζύμων ἑορτὴν καὶ τὴν πάσχα λεγομένην ἤγαγεν· ἐδωρήσατό τε τῷ λαῷ τὸ πάσχα νεογνοὺς ἐρίφους καὶ ἄρνας δισμυρίους, βοῦς δʼ εἰς ὁλοκαυτώματα τρισχιλίους.παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς Λευίταις πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους.καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι.ζήσας δʼ ἐν εἰρήνῃ μετὰ ταῦτα ὁ Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον·Νεχαῦς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἐγείρας στρατιὰν ἐπὶ τὸν Εὐφράτην ἤλασε ποταμὸν Μήδους πολεμήσων καὶ τοὺς Βαβυλωνίους, οἳ τὴν Ἀσσυρίων κατέλυσαν ἀρχήν· τῆς γὰρ Ἀσίας βασιλεῦσαι πόθον εἶχε.γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν.