Ὡς γὰρ τοῖς αὐτοῖς ἐπέμενον, πόλεμον ἐπʼ αὐτοὺς ἐκίνει παρά τε τοῦ τῶν Βαβυλωνίων καὶ Χαλδαίων βασιλέως, ὃς στρατιὰν πέμψας εἰς τὴν Ἰουδαίαν τήν τε χώραν αὐτῶν ἐλεηλάτησε καὶ τὸν βασιλέα Μανασσῆν δόλῳ ληφθέντα καὶ πρὸς αὐτὸν ἀχθέντα πρὸς ἣν ἠβούλετο τιμωρίαν εἶχεν ὑποχείριον.ὁ δὲ Μανασσῆς τότε συνεὶς ἐν οἵοις κακοῖς ἐστι καὶ πάντων ἑαυτὸν αἴτιον νομίζων ἐδεῖτο τοῦ θεοῦ παρέχειν αὐτῷ φιλάνθρωπον καὶ ἐλεήμονα τὸν πολέμιον. χαρίζεται τοῦτο τῆς ἱκεσίας ἐπακούσας ὁ θεὸς αὐτῷ καὶ πάλιν εἰς τὴν οἰκείαν ὁ Μανασσῆς ἀπολυθεὶς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἀνασώζεται.γενόμενος δʼ εἰς τὰ Ἱεροσόλυμα τῶν μὲν προτέρων ἁμαρτημάτων περὶ τὸν θεὸν καὶ τὴν μνήμην ἐσπούδαζεν, εἰ δυνατὸν αὐτῷ γένοιτο, τῆς ψυχῆς ἐκβαλεῖν, ὧν ἐπιβουλεύειν ὥρμησε καὶ πάσῃ χρῆσθαι περὶ αὐτὸν δεισιδαιμονίᾳ· καὶ τὸν ναὸν ἥγνισε καὶ τὴν πόλιν ἐκάθηρε καὶ πρὸς μόνῳ τὸ λοιπὸν ἦν τῷ χάριν τε τῆς σωτηρίας ἐκτείνειν τῷ θεῷ καὶ διατηρεῖν αὐτὸν εὐμενῆ παρʼ ὅλον τὸν βίον.τὰ δὲ αὐτὰ πράττειν καὶ τὸ πλῆθος ἐδίδασκε μεμαθηκώς, οἵᾳ παρὰ μικρὸν ἐχρήσατο συμφορᾷ διὰ τὴν ἐναντίαν πολιτείαν. ἐπισκευάσας δὲ καὶ τὸν βωμὸν τὰς νομίμους θυσίας ἐπετέλει, καθὼς διέταξε Μωυσῆς.διοικησάμενος δὲ τὰ περὶ τὴν θρησκείαν ὃν δεῖ τρόπον καὶ τῆς τῶν Ἱεροσολύμων ἀσφαλείας προενόησεν, ὥστε τὰ παλαιὰ τείχη μετὰ πολλῆς ἐπισκευάσας σπουδῆς καὶ ἕτερον αὐτοῖς ἐπιβαλεῖν, ἀναστῆσαί τε καὶ πύργους ὑψηλοτάτους τά τε πρὸ τῆς πόλεως φρούρια τοῖς τʼ ἄλλοις καὶ δὴ καὶ σιτίων πάντων τῶν εἰς αὐτὰ χρησίμων ὀχυρώτερα ποιῆσαι.ἀμέλει δὲ τῇ πρὸς ταῦτα μεταβολῇ χρησάμενος οὕτω τὸν μεταξὺ διῆγε βίον, ὡς μακαριστὸς εἶναι καὶ ζηλωτὸς ἐκείνου τοῦ χρόνου λογιζομένου, ἀφʼ οὗ τὸν θεὸν εὐσεβεῖν ἤρξατο.ζήσας οὖν ἔτη ἑξήκοντα ἑπτὰ κατέστρεψε τὸν βίον βασιλεύσας ἔτη πέντε καὶ πεντήκοντα. καὶ θάπτεται μὲν αὐτὸς ἐν τοῖς αὐτοῦ παραδείσοις, ἡ βασιλεία δὲ εἰς τὸν υἱὸν αὐτοῦ παραγίνεται Ἀμμῶνα μητρὸς Ἐμασέλμης μὲν ὄνομα τετυχηκότα, ἐκ δὲ πόλεως Ἰαζαβάτης ὑπαρχούσης.Οὗτος μιμησάμενος τὰ τοῦ πατρὸς ἔργα, ἃ νέος ὢν ἐκεῖνος ἐτόλμησεν, ἐπιβουλευθεὶς ὑπὸ τῶν ἰδίων οἰκετῶν ἀπέθανεν ἐπὶ τῆς οἰκίας τῆς αὑτοῦ βιώσας ἔτη τέσσαρα καὶ εἴκοσι, βασιλεύσας δʼ ἐξ αὐτῶν δύο.μετῆλθε δʼ αὐτοῦ τὸ πλῆθος τοὺς φονεῖς καὶ τῷ πατρὶ συνθάπτουσι τὸν Ἀμμῶνα, τὴν δὲ βασιλείαν τῷ παιδὶ αὐτοῦ Ἰωσίᾳ παραδιδοῦσιν ὀκταετεῖ τὴν ἡλικίαν ὄντι, ᾧ μήτηρ ἐκ πόλεως μὲν ἦν Βοσκέθ, Ἰέδις δὲ τοὔνομα.τὴν δὲ φύσιν αὐτὸς ἄριστος ὑπῆρχε καὶ πρὸς ἀρετὴν εὖ γεγονὼς Δαυίδου τοῦ βασιλέως ἐπιτηδευμάτων καὶ σκοπῷ καὶ κανόνι τῆς ὅλης περὶ τὸν βίον ἐπιτηδεύσεως ἐκείνῳ κεχρημένος.γενόμενος δὲ ἐτῶν δυοκαίδεκα τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο· τὸν γὰρ λαὸν ἐσωφρόνιζε καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης ὡς οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δʼ εὕρισκεν εὖ γεγονότα κατὰ χώραν ἐφύλαττέ τε καὶ ἐμιμεῖτο.ταῦτα δʼ ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει· τοῖς γὰρ νόμοις κατακολουθῶν ὡς περὶ τὴν τάξιν τῆς πόλεως καὶ περὶ τὸ θεῖον εὐσεβείας εὐοδεῖν τε συνέβαινε διὰ τὴν τῶν πρώτων παρανομίαν μὴ τυγχάνειν ἀλλʼ ἐξηφανίσθαι·περιιὼν γὰρ ὁ βασιλεὺς καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν τά τε ἄλση τὰ τοῖς ξενικοῖς ἀνειμένα θεοῖς ἐξέκοψε καὶ τοὺς βωμοὺς αὐτῶν κατέσκαψεν, εἴ τι δʼ ἀνάθημα τούτοις ὑπὸ τῶν προγόνων ἀνέκειτο περιυβρίζων κατέσπα.καὶ τούτῳ τῷ τρόπῳ τὸν λαὸν ἀπὸ τῆς περὶ αὐτοὺς δόξης εἰς τὴν τοῦ θεοῦ θρησκείαν ἐπέστρεψε καὶ τὰς συνήθεις ἐπέφερε θυσίας αὐτοῦ τῷ βωμῷ καὶ τὰς ὁλοκαυτώσεις. ἀπέδειξε δέ τινας κριτὰς καὶ ἐπισκόπους, ὡς ἂν διοικοῖεν τὰ παρʼ ἑκάστοις πράγματα περὶ παντὸς τὸ δίκαιον ποιούμενοι καὶ τῆς ψυχῆς οὐκ ἔλασσον αὐτὸ περιέποντες.διαπέμψας δὲ κατὰ πᾶσαν τὴν χώραν χρυσὸν καὶ ἄργυρον τοὺς βουλομένους ἐκέλευε κομίζειν εἰς ἐπισκευὴν τοῦ ναοῦ, ὅσον τις ἢ προαιρέσεως ἢ δυνάμεως ἔχει.κομισθέντων δὲ τῶν χρημάτων τῆς ἐπιμελείας τοῦ ναοῦ καὶ τῆς εἰς τοῦτο δαπάνης προύστησε τόν τʼ ἐπὶ τῆς πόλεως Ἀμασίαν καὶ τὸν γραμματέα Σαφᾶν καὶ τὸν γραφέα τῶν ὑπομνημάτων Ἰωάτην καὶ τὸν ἀρχιερέα Ἐλιακίαν,οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθʼ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ ὁ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν.Ὄγδοον δʼ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν ᾖ χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι.