ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανίηλος ἔγραψε, κρῖναι δʼ αὐτὸν τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν θεὸν οὕτως· τὸν μὲν κριὸν βασιλείας τὰς Μήδων καὶ Περσῶν σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας, τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα· τοῦτον γὰρ διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ.τὸν δὲ τράγον δηλοῦν, ὡς ἐκ τῶν Ἑλλήνων τις βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς κρατήσει τῇ μάχῃ καὶ παραλήψεται τὴν ἡγεμονίαν ἅπασαν.δηλοῦσθαι δʼ ὑπὸ τοῦ μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα τῆς γῆς αὐτῶν ἀποστροφὴν ἑκάστου τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφανίζεσθαι καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας, οὔτε δὲ παῖδας αὐτοῦ τούτους ὄντας οὔτε συγγενεῖς, πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης.γενήσεσθαι δʼ ἐκ τούτων τινὰ βασιλέα τὸν ἐκπολεμήσοντα τό τε ἔθνος καὶ τοὺς νόμους αὐτῶν καὶ τὴν κατὰ τούτους ἀφαιρησόμενον πολιτείαν καὶ συλήσοντα τὸν ναὸν καὶ τὰς θυσίας ἐπʼ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι.καὶ δὴ ταῦτα ἡμῶν συνέβη παθεῖν τῷ ἔθνει ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδεν ὁ Δανίηλος καὶ πολλοῖς ἔτεσιν ἔμπροσθεν ἀνέγραψε τὰ γενησόμενα. τὸν αὐτὸν δὲ τρόπον ὁ Δανίηλος καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπʼ αὐτῶν ἐρημωθήσεται.ταῦτα πάντα ἐκεῖνος θεοῦ δείξαντος αὐτῷ συγγράψας κατέλειψεν· ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ θεοῦ τιμῇ τὸν Δανίηλον καὶ τοὺς Ἐπικουρείους ἐκ τούτων εὑρίσκειν πεπλανημένους,οἳ τήν τε πρόνοιαν ἐκβάλλουσι τοῦ βίου καὶ θεὸν οὐκ ἀξιοῦσιν ἐπιτροπεύειν τῶν πραγμάτων, οὐδʼ ὑπὸ τῆς μακαρίας καὶ ἀφθάρτου πρὸς διαμονὴν τῶν ὅλων οὐσίας κυβερνᾶσθαι τὰ σύμπαντα, ἄμοιρον δὲ ἡνιόχου καὶ ἀφρόντιστον τὸν κόσμον αὐτομάτως φέρεσθαι λέγουσιν.ὃς εἰ τοῦτον ἀπροστάτητος ἦν τὸν τρόπον, καθάπερ καὶ τὰς ναῦς ἐρήμους κυβερνητῶν καταδυομένας ὁρῶμεν ὑπὸ πνευμάτων ἢ καὶ τὰ ἅρματα περιτρεπόμενα μὴ ἔχοντα τοὺς ἡνιοχοῦντας, συντριβεὶς ἂν ὑπὸ τῆς ἀπρονοήτου συμφορᾶς ἀπωλώλει καὶ διεφθείρετο.τοῖς οὖν προειρημένοις ὑπὸ Δανιήλου δοκοῦσί μοι σφόδρα τῆς ἀληθοῦς δόξης διαμαρτάνειν οἱ τῷ θεῷ μηδεμίαν εἶναι περὶ τῶν ἀνθρωπίνων ἀποφαινόμενοι πρόνοιαν· οὐ γὰρ ἂν κατὰ τὴν ἐκείνου προφητείαν, εἰ συνέβαινεν αὐτοματισμῷ τινι τὸν κόσμον διάγειν, πάντα ἑωρῶμεν ἀποβαίνοντα.ἐγὼ μὲν περὶ τούτων ὡς εὗρον καὶ ἀνέγνων οὕτως ἔγραψα· εἰ δέ τις ἄλλως δοξάζειν βουλήσεται περὶ αὐτῶν, ἀνέγκλητον ἐχέτω τὴν ἑτερογνωμοσύνην.