ἀπὸ γὰρ μείζονος ἧς προσεδόκων εὐνοίας τοῦτο ποιεῖν τὸν Δαρεῖον ὑπολαμβάνοντες, ὡς καὶ καταφρονήσαντι τῶν ἐκείνου προσταγμάτων συγγνώμην ἑτοίμως νέμειν, καὶ αὐτὸ τοῦτο βασκαίνοντες τῷ Δανιήλῳ, οὔτε μετεβάλλοντο πρὸς τὸ ἡμερώτερον, ῥίπτειν δʼ αὐτὸν ἠξίουν κατὰ τὸν νόμον εἰς τὸν λάκκον τῶν λεόντων.ἐλπίσας δʼ ὁ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα· καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, διʼ ὅλης δʼ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου·μεθʼ ἡμέραν δὲ ἀναστὰς ἐπὶ τὸν λάκκον ἦλθε καὶ σωζομένην τὴν σφραγῖδα εὑρών, ᾗ σημηνάμενος τὸν λίθον κατελελοίπει, ἀνοίξας ἀνεβόησε καλῶν τὸν Δανίηλον καὶ πυνθανόμενος εἰ σώζεται. τοῦ δὲ ἐπακούσαντος τῷ βασιλεῖ καὶ μηδὲν παθεῖν εἰπόντος, ἐκέλευσεν αὐτὸν ἀνελκυσθῆναι ἐκ τοῦ λάκκου τοῦ τῶν θηρίων.οἱ δὲ ἐχθροὶ θεασάμενοι τὸν Δανίηλον μηδὲν πεπονθότα δεινὸν διὰ μὲν τὸ θεῖον καὶ τὴν τούτου πρόνοιαν οὐκ ἠξίουν αὐτὸν σώζεσθαι, πεπληρωμένους δὲ τοὺς λέοντας τροφῆς μὴ ἅψασθαι μηδὲ προσελθεῖν τῷ Δανιήλῳ νομίζοντες τοῦτο ἔλεγον πρὸς τὸν βασιλέα.ὁ δὲ μισήσας αὐτοὺς τῆς πονηρίας παραβληθῆναι μὲν πολλὰ κελεύει τοῖς λέουσι κρέα, κορεσθέντων δʼ αὐτῶν τοὺς ἐχθροὺς τοῦ Δανιήλου προσέταξεν εἰς τὸν λάκκον βληθῆναι, ὅπως εἰ διὰ κόρον αὐτοῖς οὐ προσήξουσιν οἱ λέοντες μάθοι.σαφὲς δʼ ἐγένετο τῷ Δαρείῳ τῶν σατραπῶν παραβληθέντων τοῖς θηρίοις, ὅτι τὸ θεῖον ἔσωσε τὸν Δανίηλον· οὐδενὸς γὰρ αὐτῶν ἐφείσαντο οἱ λέοντες, ἀλλὰ πάντας διεσπάραττον ὡσανεὶ σφόδρα λιμώττοντες καὶ τροφῆς ἐνδεεῖς. ἠρέθισε δʼ αὐτοὺς οὐ τὸ πεινῆν οἶμαι μικρὸν ἔμπροσθεν ἀφθόνων κρεῶν πεπληρωμένους, ἀλλʼ ἡ τῶν ἀνθρώπων κακία, δήλη γὰρ καὶ τοῖς ἀλόγοις ζῴοις ἦν αὕτη, πρὸς τιμωρίαν ἣ γένοιτο τοῦ θεοῦ προαιρουμένου.Διαφθαρέντων οὖν τῶν ἐπιβουλευσάντων Δανιήλῳ τοῦτον τὸν τρόπον ὁ βασιλεὺς Δαρεῖος καθʼ ὅλην ἔπεμψε τὴν χώραν ἐπαινῶν τὸν θεόν, ὃν Δανίηλος προσκυνεῖ, καὶ μόνον αὐτὸν εἶναι ἔλεγεν ἀληθῆ καὶ τὸ πάντων κράτος ἔχοντα· ἔσχε δὲ καὶ τὸν Δανίηλον ἐν ὑπερβαλλούσῃ τιμῇ πρῶτον αὐτὸν ἀποδείξας τῶν φίλων.ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, ἣ μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δʼ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπʼ αὐτῆς ἐκείνης ἧς ἕκαστος αὐτὴν ἡμέρας ἱστορεῖ γεγονέναι· οὕτως νεαρὸν αὐτῆς καὶ ἀκμαῖον τὸ κάλλος καὶ μηδαμοῦ γεγηρακὸς ὑπὸ τοσούτου χρόνου·πάσχει γὰρ καὶ τὰ κατασκευάσματα ταὐτὸν ἀνθρώποις καὶ πολιοῦται καὶ τὴν ἰσχὺν λυόμενα ὑπὸ τῶν ἐτῶν καὶ τὴν εὐπρέπειαν μαραινόμενα. θάπτουσι δʼ ἐν τῇ βάρει τούς τε Μήδων βασιλέας καὶ Περσῶν καὶ Πάρθων ἄχρι τοῦ δεῦρο, καὶ ὁ ταύτην πεπιστευμένος Ἰουδαῖός ἐστιν ἱερεὺς καὶ τοῦτο γίνεται μέχρι τῆς σήμερον ἡμέρας.ἄξιον δὲ τἀνδρὸς τούτου καὶ ὃ μάλιστʼ ἂν θαυμάσαι τις ἀκούσας διελθεῖν· ἀπαντᾷ γὰρ αὐτῷ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους, καὶ τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει.τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρʼ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ· οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται·καὶ τῶν προφητῶν τὰ χείρω προλεγόντων καὶ διὰ τοῦτο δυσχεραινομένων ὑπὸ τῶν βασιλέων καὶ τοῦ πλήθους Δανίηλος ἀγαθῶν ἐγίνετο προφήτης αὐτοῖς, ὡς ἀπὸ μὲν τῆς εὐφημίας τῶν προλεγομένων εὔνοιαν ἐπισπᾶσθαι παρὰ πάντων, ἀπὸ δὲ τοῦ τέλους αὐτῶν ἀληθείας πίστιν καὶ δόξαν ὁμοῦ θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεσθαι.κατέλιπε δὲ γράψας, ὅθεν ἡμῖν ἀληθὲς τὸ τῆς προφητείας αὐτοῦ ἀκριβὲς καὶ ἀπαράλλακτον ἐποίησε δῆλον· φησὶ γὰρ αὐτὸν γενόμενον ἐν Σούσοις ἐν τῇ μητροπόλει τῆς Περσίδος, ὡς ἐξῆλθεν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ, σεισμοῦ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου καταλειφθείη μόνος φευγόντων τῶν φίλων καὶ πέσοι μὲν ἐπὶ στόμα ταραχθεὶς ἐπὶ τὰς δύο χεῖρας, τινὸς δʼ ἁψαμένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεάς.ἀναστάντι δʼ αὐτῷ δειχθῆναι κριὸν ἐσήμαινε μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τελευταῖον δʼ αὐτῶν ὑψηλότερον ἔχοντα. ἔπειτʼ ἀναβλέψαι μὲν εἰς τὴν δύσιν, θεάσασθαι δὲ τράγον ἀπʼ αὐτῆς διʼ ἀέρος φερόμενον συρράξαντα τῷ κριῷ καὶ τοῖς κέρασι ῥήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τὴν γῆν καὶ πατῆσαι.εἶτα τὸν τράγον ἰδεῖν ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας, οὗ κλασθέντος ἀναβλαστῆσαι τέσσαρα καθʼ ἕκαστον τῶν ἀνέμων τετραμμένα. ἐξ αὐτῶν δʼ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἀνέγραψεν, ὃ αὐξῆσαν ἔλεγεν αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς θεὸς πολεμήσειν αὐτοῦ τὸ ἔθνος καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συγχεεῖν τὰ περὶ τὸν ναὸν καὶ τὰς θυσίας κωλύσειν γενέσθαι ἐπὶ ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα ἕξ.