τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ ᾗ τούτων ἔτυχε πυνθανομένοις.Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς ὁ πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι·ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφʼ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο.ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε· μάνη· τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν ὁ θεὸς καὶ περισσεύειν ἔτι σοι βραχὺν χρόνον.θέκελ· σημαίνει τοῦτο τὸν σταθμόν· στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας ὁ θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές· καὶ τοῦτο κλάσμα δηλοῖ καθʼ Ἑλλάδα γλῶτταν· κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ.Δανιήλου δὲ ταῦτα τῷ βασιλεῖ σημαίνειν φράσαντος τὰ ἐν τῷ τοίχῳ γράμματα τὸν μὲν Βαλτασάρην, οἷον εἰκὸς ἐφʼ οὕτω χαλεποῖς τοῖς δεδηλωμένοις, λύπη καὶ συμφορὰ κατέλαβεν·οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν ᾖ σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε·μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ ἡ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη.τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα·ὃς καὶ Δανίηλον τὸν προφήτην λαβὼν ἤγαγεν εἰς Μηδίαν πρὸς αὑτὸν καὶ πάσης αὐτῷ τιμῆς μεταδιδοὺς εἶχε σὺν αὑτῷ· τῶν τριῶν γὰρ σατραπῶν ἦν, οὓς ἐπὶ τῶν ἑξήκοντα καὶ τριακοσίων σατραπειῶν κατέστησε· τοσούτους γὰρ ἐποίησε Δαρεῖος εἰς αὐτήν.Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπʼ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη· βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες.ζητούντων δʼ ἐπʼ αὐτὸν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας τῶν ἀχθομένων ἐπʼ αὐτῷ εὐδοκιμοῦντι παρὰ τῷ Δαρείῳ παρεῖχεν αἰτίαν οὐδεμίαν· ὢν γὰρ καὶ χρημάτων ἐπάνω καὶ παντὸς λήμματος περιορῶν, αἴσχιστον αὐτῷ δοκεῖν κἂν ὑπὲρ ὧν δοθείη καλῶς πρὸς τὸ λαβεῖν, οὐδʼ ἡντιναοῦν τοῖς ζηλοτυποῦσιν αὐτὸν ἐγκλημάτων εὕρεσιν παρεῖχεν.οἱ δʼ ὡς οὐδὲν εἶχον, ὃ κατειπόντες αὐτοῦ πρὸς τὸν βασιλέα ζημιώσουσιν αὐτὸν εἰς τὴν παρʼ αὐτοῦ τιμὴν αἰσχύνῃ καὶ διαβολῇ, τρόπον ἄλλον ἐζήτουν καθʼ ὃν αὐτὸν ἐκποδὼν ποιήσονται. ὁρῶντες οὖν τὸν Δανίηλον τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ πρόφασιν ἔγνωσαν εὑρηκέναι, διʼ ἧς ἀπολέσουσιν αὐτόν.καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθʼ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτʼ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.Ὁ δὲ βασιλεὺς οὐ συνιδὼν τὴν κακουργίαν οὐδʼ ἐπὶ τὸν Δανίηλον ταῦτα κατεσκευασμένους ὑπονοήσας ἀρέσκεσθαι τοῖς ὑπʼ αὐτῶν ἔφη δεδογμένοις, καὶ κυρώσειν τὴν προαίρεσιν αὐτῶν ἐπαγγελλόμενος προτίθησι πρόγραμμα δηλοῦν τῷ πλήθει τὰ δόξαντα τοῖς σατράπαις.καὶ οἱ μὲν ἄλλοι πάντες φυλαττόμενοι τὰ προστεταγμένα μὴ παραβῆναι ἠρέμουν, Δανιήλῳ δὲ φροντὶς οὐδʼ ἡτισοῦν τούτων ἦν, ἀλλʼ ὡς ἔθος εἶχεν ἱστάμενος ηὔχετο τῷ θεῷ πάντων ὁρώντων.οἱ δὲ σατράπαι τῆς ἀφορμῆς αὐτοῖς ἣν ἐσπούδαζον λαβεῖν ἐπὶ τὸν Δανίηλον παραφανείσης εὐθὺς ἧκον πρὸς τὸν βασιλέα καὶ κατηγόρουν ὡς παραβαίνοντος μόνου τοῦ Δανιήλου τὰ προστεταγμένα· μηδενὸς γὰρ τῶν ἄλλων τολμῶντος προσεύχεσθαι τοῖς θεοῖς, καὶ τοῦτʼ οὐ διʼ ἀσέβειαν, ἀλλὰ διὰ φυλακὴν καὶ διατήρησιν ὑπὸ τοῦ φθόνου·